Textorah

עזרא החיצוני 9

1
Καὶ ἀναστὰς Ἔσρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ, ἐπορεύθη εἰς τὸ παστοφόριον Ἰωνὰν τοῦ Ἐλιασίβου.
Then Ezra rising from the court of the temple went to the chamber of Jehohanan the son of Eliashib,
2
Καὶ αὐλισθεὶς ἐκεῖ, ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιε, πενθῶν ἐπὶ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους.
and remained there, and did eat no meat nor drink water, mourning for the great iniquities of the multitude.
3
Καὶ ἐγένετο κήρυγμα ἐν ὅλῃ τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας, συναχθῆναι εἰς Ἱερουσαλήμ.
And there was a proclamation in all Jewry and Jerusalem to all them that were of the captivity, that they should be gathered together at Jerusalem:
4
Καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις, κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας.
and that whosoever met not there within two or three days, according as the elders that bare rule appointed, their cattle should be seized to the use of the temple, and himself cast out from them that were of the captivity.
5
Καὶ ἐπισυνήχθησαν πάντες οἱ ἐκ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμεὶν ἐν τρισὶν ἡμέραις εἰς Ἱερουσαλήμ· οὗτος ὁ μὴν ἔννατος, τῇ εἰκάδι τοῦ μηνός.
And in three days were all they of the tribe of Judah and Benjamin gathered together at Jerusalem the twentieth day of the ninth month.
6
Καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῷ εὐρυχώρῳ τοῦ ἱεροῦ, τρέμοντες διὰ τὸν ἐνεστῶτα χειμῶνα.
And all the multitude sat in the broad court of the temple, trembling because of the present foul weather.
7
Καὶ ἀναστὰς Ἔσδρας εἶπεν αὐτοῖς, ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναιξὶν ἀλλογενέσι, τοῦ προσθεῖναι ἁμαρτίαν τῷ Ἰσραήλ.
So Ezra arose up, and said unto them, Ye have transgressed the law in marrying strange wives, thereby to increase the sins of Israel.
8
Καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν,
And now by confessing give glory unto the Lord God of our fathers,
9
καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ, καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς, καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλογενῶν.
and do his will, and separate yourselves from the heathen of the land, and from the strange women.
10
Καὶ ἐφώνησεν ἅπαν τὸ πλῆθος, καὶ εἶπον μεγάλῃ τῇ φωνῇ, οὕτως ὡς εἴρηκας, ποιήσομεν.
Then cried the whole multitude, and said with a loud voice, Like as thou hast spoken, so will we do.
11
Ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ὥρα χειμερινὴ, καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι· καὶ τὸ ἔργον οὐκ ἔστιν ἡμῖν ἡμέρας μιᾶς οὐδὲ δύο, ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις.
But forasmuch as the people are many, and it is foul weather, so that we cannot stand without, and this is not a work of a day or two, seeing our sin in these things is spread far:
12
Στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσι γυναῖκας ἀλλογενεῖς, παραγενηθήτωσαν λαβόντες χρόνον,
therefore let the rulers of the multitude stay, and let all them of our habitations that have strange wives come at the time appointed,
13
ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς, ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφʼ ἡμῶν τοῦ πράγματος τούτου.
and with them the rulers and judges of every place, till we turn away the wrath of the Lord from us for this matter.
14
Ἰωνάθας Ἀζαήλου, καὶ Ἐζεκίας Θεωκανοῦ ἐπεδέξαντο κατὰ ταῦτα· καὶ Μοσόλλαμος, καὶ Λευὶς, καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς.
[Then] Jonathan [the son] of Asahel and Jahzeiah [the son] of Theocanus accordingly took this matter upon them: and Meshullam and Levi and Shabbethai helped them.
15
Καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας·
And they that were of the captivity did according to all these things.
16
καὶ ἐπελέξατο αὐτῷ Ἔσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατʼ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου, ἐτάσαι τὸ πρᾶγμα.
And Ezra the priest chose unto him the principal men of their families, all by name: and in the first day of the tenth month they sat together to examine the matter.
17
Καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς, ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός.
So their cause that held strange wives was brought to an end in the first day of the first month.
18
Καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες,
And of the priests that were come together, and had strange wives, there were found;
19
ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ἰωσεδὲκ, καὶ τῶν ἀδελφῶν αὐτοῦ, Μαθήλας, καὶ Ἐλεάζαρος, καὶ Ἰώριβος, καὶ Ἰωαδάνος.
of the sons of Jeshua the [son] of Jozadak, and his brethren; Maaseiah, and Eliezar, and Jarib, and Jodan.
20
Καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν· καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν.
And they gave their hands to put away their wives, and to offer rams to make reconcilement for their errors.
21
Καὶ ἐκ τῶν υἱῶν Ἐμμὴρ, Ἀνανίας, καὶ Ζαβδαίος, καὶ Μάνης, καὶ Σαμαῖος, καὶ Ἱερεὴλ, καὶ Ἀζαρίας·
And of the sons of Immer: Hanani, and Zebadiah, and Manes, and Shemaiah, and Jehiel, and Azariah.
22
καὶ ἐκ τῶν υἱῶν Φαισοὺρ, Ἐλιωναῒς, Μασσίας, Ἰσμαῆλος, καὶ Ναθαναῆλος, καὶ Ὠκόδηλος, καὶ Σαλόας.
And of the sons of Pashhur; Elioenai, Maaseiah, Ishmael, and Nathanael, and Gedaliah, and Salthas.
23
Καὶ ἐκ τῶν Λευιτῶν, Ἰωζαβάδος, καὶ Σεμεῒς, καὶ Κώϊος (οὗτός ἐστι Καλιτὰς), καὶ Παθαῖος, καὶ Ἰούδας, καὶ Ἰωνάς.
And of the Levites; Jozabad, and Shimei, and Kelaiah, who was called Kelita, and Pethahiah, and Judah, and Jonah.
24
Ἐκ τῶν ἱεροψαλτῶν, Ἐλιάσαβος, Βακχοῦρος.
Of the holy singers: Eliashib, Zaccur.
25
Ἐκ τῶν θυρωρῶν, Σαλοῦμος, καὶ Τολβάνης.
Of the porters; Shallum, and Tolbanes.
26
Ἐκ τοῦ Ἰσραὴλ ἐκ τῶν υἱῶν Φόρος, Ἱερμὰς, καὶ Ἰεζίας, καὶ Μελχίας, καὶ Μαῆλος, καὶ Ἐλεάζαρος, καὶ Ἀσεβίας, καὶ Βαναίας.
Of them of Israel, of the sons of Parosh; Ramiah, and Izziah, and Malchijah, and Maelus, and Eleazar, and Asibias, and Benaiah.
27
Ἐκ τῶν υἱῶν Ἠλὰ, Ματθανίας, Ζαχαρίας, καὶ Ἰεζριῆλος, καὶ Ἰωαβδίος, καὶ Ἱερεμὼθ, καὶ Ἀϊδίας.
Of the sons of Elam; Mattaniah, Zechariah, and Jezrielus, and Abdi, and Jeremoth, and Aidias.
28
Καὶ ἐκ τῶν υἱῶν Ζαμὼθ, Ἐλιαδὰς, Ἐλιάσιμος, Ὀθονίας, Ἰαριμὼθ, καὶ Σάβαθος, καὶ Ζεραλίας.
And of the sons of Zamoth; Eliadas, Eliashib, Othoniah, Jeremoth, and Zabad, and Zerdaiah.
29
Καὶ ἐκ τῶν υἱῶν Βηβαῒ, Ἰωάννης, καὶ Ἀνανίας, καὶ Ἰωζάβδος, καὶ Ἀμαθίας.
Of the sons of Bebai; Jehohanan, and Hananiah, and Zabbai, and Emathis.
30
Ἐκ τῶν υἱῶν Μανὶ, Ὠλαμὸς, Μαμοῦχος, Ἰεδαῖος, Ἰασούβος, καὶ Ἰασαῆλος, καὶ Ἱερεμώθ.
Of the sons of Mani; Olamus, Mamuchus, Adaiah, Jashub, Sheal, and Jeremoth.
31
Καὶ ἐξ υἱῶν Ἀδδὶ, Νάαθος, καὶ Μοοσίας, Λακκοῦνος, καὶ Ναΐδος, Ματθανίας, καὶ Σεσθὴλ, καὶ Βαλνούος, καὶ Μανασσίας.
And of the sons of Addi; Naathus, and Moossias, Laccunus, and Naidus, Matthanias, and Sesthel, Belnuus, and Manasseas.
32
Καὶ ἐκ τῶν υἱῶν Ἀνὰν, Ἐλιωνὰς, καὶ Ἀσαΐας, καὶ Μελχίας, καὶ Σαββαῖος, καὶ Σίμων Χοσαμαίος.
And of the sons of Annan; Elionas, and Asaias, and Melchias, and Sabbaias, and Simon Chosamaeus.
33
Καὶ ἐκ τῶν υἱῶν Ἀσὸμ, Ἀλταναῖος, καὶ Ματταθίας, καὶ Σαβανναῖος, καὶ Ἐλιφαλὰτ, καὶ Μανασσῆς, καὶ Σεμεΐ.
And of the sons of Hashum; Altaneus, and Mattattah, and Zabad, Eliphelet, and Manasseh, and Shimei.
34
Καὶ ἐκ τῶν υἱῶν Βαανὶ, Ἱερεμίας, Μομδίος, Ἰσμαῆρος, Ἰουὴλ, Μαβδαῒ, καὶ Πεδίας, καὶ Ἄνως, Ῥαβασίων, καὶ Ἐνάσιβος, καὶ Μαμνιτάναιμος, Ἐλίασις, Βαννοὺς, Ἐλιαλὶ, Σομεῒς, Σελεμίας, Ναθανίας· καὶ ἐκ τῶν υἱῶν Ἐζωρὰ, Σεσὶς, Ἐσρὶλ, Ἀζαῆλος, Σαματὸς, Ζαμβρὶ, Ἰώσηφος.
And of the sons of Bani: Jeremai, Momdius, Maerus, Joel, Mamdai, and Bedeiah, and Vaniah, Carabasion, and Eliashib, and Mamitanemus, Eliasis, Binnui, Elialis, Shimei, Shelemiah, Nethaniah: and of the sons of Ezora; Shashai, Azarel, Azael, Samatus, Zambris, Joseph.
35
Καὶ ἐκ τῶν υἱῶν Ἐθμὰ, Μαζιτίας, Ζαβαδαίας, Ἠδαῒς, Ἰουὴλ, Βαναίας.
And of the sons of Ethma; Mazitias, Zabad, Iddo, Joel, Benaiah.
36
Πάντες οὗτοι συνῴκισαν γυναῖκας ἀλλογενεῖς, καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις.
All these had taken strange wives, and they put them away with their children.
37
Καὶ κατῴκησαν οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ οἱ ἐκ τοῦ Ἰσραὴλ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν ταῖς κατοικίαις αὐτων.
And the priests and Levites, and they that were of Israel, dwelt in Jerusalem, and in the country, in the first day of the seventh month: so the children of Israel were in their habitations.
38
Καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς τοῦ ἱεροῦ πυλῶνος,
And the whole multitude came together with one accord into the broad place of the holy porch toward the east:
39
καὶ εἶπεν Ἔσδρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ, κόμισαι τὸν νόμον Μωυσῆ, τὸν παραδοθέντα ὑπὸ Κυρίου Θεοῦ Ἰσραήλ.
and they spoke unto Ezra the priest and reader, that he would bring the law of Moses, that was given of the Lord God of Israel.
40
Καὶ ἐκόμισεν Ἔσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς, καὶ πᾶσι τοῖς ἱερεῦσιν, ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός.
So Ezra the chief priest brought the law to the whole multitude from man to woman, and to all the priests, to hear the law in the first day of the seventh month.
41
Καὶ ἀνεγίνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ, ἐξ ὄρθρου ἕως μέσης ἡμέρας, ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν· καὶ ἐπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον.
And he read in the broad court before the holy porch from morning unto midday, before both men and women; and all the multitude gave heed unto the law.
42
Καὶ ἔστη Ἔσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος.
And Ezra the priest and reader of the law stood up upon a pulpit of wood which was made [for that purpose].
43
Καὶ ἔστησαν παρʼ αὐτῷ Ματταθίας, Σαμμοὺς, Ἀνανίας, Ἀζαρίας, Οὐρίας, Ἐζεκίας, Βαάλσαμος, ἐκ δεξιῶν·
And there stood up by him Mattathiah, Shema, Ananias, Azariah, Uriah, Hezekiah, Baalsamus, upon the right hand:
44
καὶ ἐξ εὐωνύμων Φαλδαῖος, καὶ Μισαὴλ, Μελχίας, Λωθάσουβος, Ναβαρίας, Ζαχαρίας.
and upon his left hand Pedaiah, and Mishael, Malchijah, Lothasubus, Nabariah, Zechariah.
45
Καὶ ἀναλαβὼν Ἔσδρας τὸ βιβλίον ἐνώπιον τοῦ πλήθους, προεκάθητο ἐπιδόξως ἐνώπιον πάντων.
Then took Ezra the book of the law before the multitude: for he sat honorably in the first place in the sight of them all.
46
Καὶ ἐν τῷ λῦσαι τὸν νόμον, πάντες ὀρθοὶ ἔστησαν· καὶ εὐλόγησεν Ἔσδρας τῷ Κυρίῳ Θεῷ ὑψίστῳ Θεῷ σαβαὼθ παντοκράτορι.
And when he opened the law, they stood all straight up. So Ezra blessed the Lord God most High, the God of hosts, Almighty.
47
Καὶ ἐπεφώνησε πᾶν τὸ πλῆθος, ἀμήν· καὶ ἄραντες ἄνω τὰς χεῖρας, προσπεσόντες ἐπὶ τὴν γῆν, προσεκύνησαν τῷ Κυρίῳ.
And all the people answered, Amen; and lifting up their hands they fell to the ground, and worshiped the Lord.
48
Ἰησοῦς, καὶ Ἀννιοὺθ, καὶ Σαραβίας, καὶ Ἰαδινὸς, καὶ Ἰάκουβος, Σαβαταῖος, Αὐταίας, Μαιάννας, καὶ Καλίτας, Ἀζαρίας, καὶ Ἰώζαβδος, καὶ Ἀνανίας, Φαλίας, οἱ Λευῖται, ἐδίδασκον τὸν νόμον τοῦ Κυρίου, καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῦ Κυρίου, ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν.
Also Jeshua, Anniuth, Sherebiah, Jadinus, Akkub, Shabbethai, Hodiah, Maiannas, and Kelita, Azariah, and Jozabad, and Hanan, Pelaiah, the Levites, taught the law of the Lord, and read the law of the Lord to the multitude, making them withal to understand it.
49
Καὶ εἶπεν Ἀτθαράτης Ἔσδρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ, καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας,
Then spoke Attharates unto Ezra the chief priest and reader, and to the Levites that taught the multitude, even to all, saying,
50
ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ Κυρίῳ· καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τοῦ νόμου·
This day is holy unto the Lord (for they all wept when they heard the law);
51
βαδίσαντες οὖν φάγετε λιπάσματα, καὶ πίετε γλυκάσματα, καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν·
go then, and eat the fat, and drink the sweet, and send part to them that have nothing:
52
ἁγία γὰρ ἡ ἡμέρα τῷ Κυρίῳ· καὶ μὴ λυπεῖσθε, ὁ γὰρ Κύριος δοξάσει ὑμᾶς.
for this day is holy unto the Lord: and be not sorrowful; for the Lord will bring you to honor.
53
Καὶ οἱ Λευῖται ἐκέλευον παντὶ τῷ δήμῳ, λέγοντες ἡ ἡμέρα αὕτη ἁγία, μὴ λυπεῖσθε.
So the Levites published all things to the people, saying, This day is holy to the Lord; be not sorrowful.
54
Καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι, καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσι, καὶ εὐφρανθῆναι μεγάλως,
Then went they their way, every one to eat and drink and make merry, and to give part to them that had nothing, and to make great cheer;
55
ὅτι γὰρ ἐνεφυσιώθησαν ἐν τοῖς ῥήμασιν οἷς ἐδιδάχθησαν, καὶ ἐπισυνήχθησαν.
because they understood the words wherein they were instructed, and for the which they had been assembled.

איך זה עובד

קורא מקבילי לתנ"ך ולעדי הנוסח העתיקים ביותר שלו: נוסח המסורה, התורה השומרונית, מגילות מדבר יהודה ותרגום השבעים, כל אחד עם תרגום לאנגלית היכן שיש כזה.

קריאת פרק

בחרו ספר ופרק בראש העמוד, או הקלידו מראה מקום בתיבת מעבר אל (ישעיהו 53:11, שמואל א 3, וגם בקיצורים באנגלית: Isa 53:11, 1 Sam 3, ii kgs 2, ben sira 51). שם המשותף לכמה ספרים ממוספרים (sam, kings, chr, macc) פותח את הראשון שבהם אלא אם תוסיפו את המספר. מקשי החצים עוברים בין פרקים, ושורת הכתובת שומרת קישור לפסוק שלחצתם עליו, כך שאפשר לסמן מקום או לשתף אותו.

כל שורה היא פסוק אחד. השורות הולכות לפי מספור הפסוקים של נוסח המסורה, כך שעמודות העברית, JPS והתורה השומרונית מקבילות במדויק. תרגום השבעים ממוספר אחרת במקומות רבים (תהלים, ירמיהו, שמות לה–מ, חלקים ממלכים, משלי, דניאל, ועשרות גבולות פרקים). פסוקיו ממוקמים מול מקביליהם בנוסח המסורה, ותגית קטנה כגון 50:3 מראה את המספר של תרגום השבעים עצמו כשהוא שונה. פסוקים יווניים שאין להם מקבילה בנוסח המסורה (למשל תפילת עזריה בדניאל ג) מופיעים לפי סדר הקריאה כשורות נפרדות המסומנות LXX.

עמודות

התגיות בראש העמוד מפעילות ומכבות עמודות. גררו תגית (או כותרת עמודה) כדי לשנות סדר; כשתגית בפוקוס, מקשי ← → מזיזים אותה. הבחירה נשמרת. העמודות השומרוניות מופיעות רק בבראשית–דברים; עמודת המגילות מופיעה בכל מקום ששרד כתב יד, כולל בן סירא. עמודות המסומנות † הן ברישיון לשימוש לא מסחרי בלבד.

מילים: מילון וקונקורדנציה

העבירו את העכבר על כל מילה עברית (נוסח המסורה, השומרוני או המגילות) או על כל מילה יוונית כדי לראות את צורתה המילונית, מספר סטרונג, פירוש קצר ודקדוק. לחיצה על המילה פותחת את הקונקורדנציה בצד: הערך המילוני המלא, ואחריו כל ההיקרויות לפי ספרים — בעברית בנפרד לנוסח המסורה, לתורה השומרונית ולמגילות (עם שם כתב היד). לחיצה על מראה מקום מעבירה אליו; כל צורות המילה בפרק מודגשות. אפשר גם להקליד מילה או מספר סטרונג בתיבת מילון בראש העמוד.

בנוסח המסורה, כתיב (הצורה הכתובה, ללא ניקוד) מופיע באפור מיד לפני הקרי (הצורה הנקראת); לשניהם הערך המילוני של הקרי.

שינויי נוסח

התורה השומרונית וכל מגילה מושוות מילה במילה לנוסח המסורה של אותו פסוק:

במגילות, אותיות בסוגריים הן השלמה של עורך מודרני ואינן נחשבות לעולם כשינוי נוסח; אותיות עם נקודה מעליהן אינן ודאיות; ◦ הוא שריד של אות שאינה קריאה. כתבי יד שנכתבו בכתב העברי הקדום, ושמות קודש שמגילות בכתב מרובע כותבות בכתב העברי הקדום, מוצגים באותיות עבריות קדומות (אפשר לשנות תחת תצוגה). העבירו את העכבר על כתב יד כדי לראות את מהדורתו. תצוגה ← מגילות מדבר יהודה יכולה להסתיר כתבי יד המסכימים עם נוסח המסורה, או להסיר את ההשלמות ולהציג רק את מה ששרד.

ההשוואה אוטומטית. היא מתאימה מילים לפי הכתיב, ולכן החלפת סדר או קטע ארוך שנוסח מחדש עלולים להיות מסומנים באופן לא מושלם, וכלל הכתיב אינו יכול להבחין בין סיומת לבין אם קריאה. ראו בצבעים כלי עזר לאיתור, ובדקו במהדורה מדעית לפני שבונים טיעון על קריאה.

ספרים מחוץ לתנ"ך

מלבד הספרים שרק בתרגום השבעים, רשימת הספרים כוללת את חנוך א ואת היובלים ("ספרים קדומים אחרים"), בתרגום האנגלי של ר"ה צ'רלס ולצדם העותקים מקומראן, ולספר תהלים יש פרק קנא. לעותקי המגילות שלהם — כמו לאלה של טוביה ובן סירא — אין מספרי פסוקים בנתונים: כל קטע ממוקם לפי זיהויו בפרסום, ושורותיו מחולקות על פני הפסוקים האלה, ולכן גבולות הפסוקים המדויקים הם בקירוב. עותקים בארמית (טוביה 4Q196–199 וכל חנוך) מסומנים "ארמית" ואין להם חיפוש מילים.

מובאות בספרות חז"ל

הסימן הקטן ❝ מתחת למספר הפסוק פותח את המקומות בספרות חז"ל המביאים את הפסוק — משנה, תוספתא, שני התלמודים, מדרש, תרגום וקבלה (ואם מסמנים את התיבה, גם הלכה, תפילה ומחשבה מאוחרות) — הנטענים בזמן אמת מספריא, ולכן נדרש חיבור לאינטרנט. כל מקום מופיע עם תאריך החיבור לפי ספריא וקישור לקריאתו שם. הקישורים של ספריא כוללים גם רמזים ודיונים ולא רק ציטוטים; אלה שספריא מסווגת כציטוטים מסומנים. זה עובד לתנ"ך, לבן סירא (לפי מספור כהנא, למשל מובאות התלמוד מבן סירא), לטוביה וליובלים. בחנוך א, שחז"ל אינם מביאים, מוצגים במקום זאת המקומות בזוהר על "ספר חנוך".

כיצד מותאם תרגום השבעים

כל פסוק יווני ממוקם בשילוב של שלושה דברים: הטבלה המקובלת של התאמות הפסוקים בין תרגום השבעים לנוסח המסורה (lxx.vrs של SIL), טבלת ההבדלים בין מספור נוסח המסורה למספור האנגלי, והשוואה בין התרגום האנגלי של ברנטון לתרגום JPS, המאשרת כל צימוד ומגלה פסוקים שזזו. כשאין פסוק במסורה דומה מספיק, הפסוק היווני עומד בשורה משלו.

נתוני המילים היווניים

אין ניתוח מילה במילה ברישיון פתוח של היוונית של ברנטון, ולכן כל מילה יוונית מותאמת לניתוח השכיח ביותר של אותה צורה בתרגום השבעים של סוויט שברישיון פתוח (המנתח Morpheus), ואחר כך לערך מילוני. כ-95% מהמילים מזוהות. ניתוחים של צורות דו-משמעיות (למשל αὐτοῦ, τοῦ) עלולים להיות שגויים; הכרטיס כותב "ניתוח אוטומטי" כתזכורת.

על הטקסטים

מהי כל עמודה, מאין היא באה, ומה כדאי לזכור בקריאתה.

נוסח המסורה — כתב יד לנינגרד (מהדורת וסטמינסטר)

נוסח המסורה הוא התנ"ך כפי שמסרוהו בעלי המסורה, חכמי סופרים שפעלו בטבריה ובמקומות אחרים בערך מהמאה השביעית עד העשירית, וקבעו את הניקוד, הטעמים וההערות שבשוליים (המסורה) סביב נוסח עיצורי שהיה כבר יציב בעיקרו במאות הראשונה–השנייה לספירה. כתב יד לנינגרד (סנקט פטרבורג, Firkovich I B 19 A), שנכתב בשנת 1008/1009 לפי מסורת בן אשר, הוא כתב היד השלם העתיק ביותר של התנ"ך; כתר ארם צובא, הקדום ממנו במעט, איבד את רוב התורה ב-1947. הוא הבסיס למהדורות המדעיות המקובלות (BHK, BHS, BHQ).

מהדורת וסטמינסטר של כתב יד לנינגרד היא תעתיק דיגיטלי שלו שהוא נחלת הכלל, המתוחזק בידי מרכז ג'יי אלן גרובס בסמינר התאולוגי וסטמינסטר. במהדורה זו כתיב מופיע כמילה נפרדת ללא ניקוד לפני הקרי המנוקד.

JPS 1917 — The Holy Scriptures according to the Masoretic Text

התרגום האנגלי הראשון של המקרא שהוכן בידי ועדה של חוקרים יהודים עבור החברה היהודית להוצאת ספרים באמריקה (JPS), בעריכתו הראשית של מקס מרגוליס, ויצא לאור ב-1917. לשונו הולכת במכוון אחר מקצב תרגום המלך ג'יימס והגרסה המתוקנת, אבל תרגומיו הולכים אחר נוסח המסורה ומסורת הפרשנות היהודית, והוא שומר על חלוקת הפרקים והפסוקים העברית. הוא נחלת הכלל; ממשיכו, ה-New JPS (תנ"ך, 1985), אינו כזה. המהדורה האלקטרונית שבה משתמשים כאן כותבת את שמות הקודש "HaShem" ו-"G-d".

תרגום השבעים — היוונית של ברנטון והתרגום האנגלי המעודכן של ברנטון

תרגום השבעים הוא התרגום היהודי של כתבי הקודש העבריים ליוונית. התורה תורגמה באלכסנדריה במאה השלישית לפני הספירה (איגרת אריסטיאס מספרת את האגדה על 72 המתרגמים בימי תלמי השני); שאר הספרים באו אחריה במהלך מאתיים השנים הבאות. מכיוון שנעשה מכתבי יד עבריים קדומים מנוסח המסורה, הוא משמר לעתים קרובות נוסח עברי שונה: ספר ירמיהו קצר בכשביעית ובסדר שונה (נוסח עברי קצר מסוג זה שרד בקומראן ב-4QJerb,d), ספר איוב קצר בכשישית, ולאסתר ולדניאל יש תוספות ארוכות. זה היה המקרא של פילון, יוספוס וכותבי הברית החדשה, והוא נעשה ל"ברית הישנה" של הכנסייה היוונית — מה שהביא מתרגמים יהודים (עקילס, סימכוס, תאודוטיון) להכין עיבודים קרובים יותר לעברית.

סר לנסלוט ברנטון פרסם תרגום אנגלי ב-1844 ומהדורה יוונית–אנגלית ב-1851. היוונית שלו היא בעיקרה המהדורה הסיקסטינית (הרומית) משנת 1587, ההולכת אחר קודקס ותיקנוס מהמאה הרביעית. היא ישנה ופחות ביקורתית מהמהדורות המודרניות של ראלפס (1935) וגטינגן, שהן מוגנות בזכויות יוצרים. העמודה האנגלית היא ברנטון המעודכן (אדם בויד, 2020), תרגומו של ברנטון בכתיב ובניסוח מודרניים, שהוקדש לנחלת הכלל.

התורה השומרונית †

התורה כפי שנשתמרה בקהילה השומרונית בהר גריזים (שכם), כתובה בכתב השומרוני, צאצא של הכתב העברי הקדום. היא שונה מנוסח המסורה בכ-6,000 מקומות, רובם בכתיב או בדקדוק; בכ-1,900 מהם היא מסכימה עם תרגום השבעים. כמה קריאות הן שומרוניות מובהקות, ובראשן הציווי לבנות מזבח בהר גריזים שנוסף אחרי עשרת הדברות (שמות כ, יז; דברים ה, כא) ו"גריזים" במקום "עיבל" בדברים כז, ד. רבות אחרות — הרחבות מתאימות המעתיקות פסוקים ממקום אחד למקבילו — משותפות לכתבי יד "קדם-שומרוניים" מקומראן כגון 4QpaleoExodm ו-4QNumb, ומראות שסוג נוסח זה קדום מהפילוג השומרוני.

חוקרים באירופה למדו עליה ב-1616, כשפייטרו דלה ואלה הביא כתב יד מדמשק; היא נדפסה בפוליגלוטות של פריז (1645) ולונדון (1657), הושוותה בידי בנג'מין קניקוט (1776–1780) ונערכה מהדורה ביקורתית בידי אוגוסט פון גאל (1914–1918). העברית כאן היא הטקסט הדיגיטלי של אלכסנדר סיגלוב, על פי קניקוט ובבדיקה מול פון גאל; האנגלית היא עיבודו של סיגלוב לתרגום המלך ג'יימס לפי הקריאות השומרוניות. למחקר המודרני ראו את מהדורת אברהם טל של כתב יד שכם 6 ואת ה-editio maior הביקורתית של שטפן שורך.

מגילות מדבר יהודה וכתבי יד אחרים ממדבר יהודה †

בין 1947 ל-1956 נמצאו באחת-עשרה מערות ליד חירבת קומראן שרידיהם של כ-950 כתבי יד. כ-230 מהם מקראיים — כל ספרי התנ"ך מיוצגים מלבד אסתר, מקטעים זעירים ועד מגילת ישעיהו השלמה (1QIsaa) — מבערך 250 לפני הספירה עד 68 לספירה. הם קדומים בכאלף שנה מכתב יד לנינגרד. רובם קרובים לאבי נוסח המסורה ("קדם-מסורתיים"), אך אחרים מסכימים עם תרגום השבעים (4QJerb, ובמקומות 4QSama), עם סוג הנוסח השומרוני, או עם אף אחד מהם — עדות לכך שכמה צורות של הטקסט נפוצו זו לצד זו לפני שנוסח המסורה גבר.

כתבי יד מאתרים אחרים משלימים את התמונה: מצדה (לפני נפילתה ב-73/74 לספירה; נחפרה בידי יגאל ידין, 1963–1965) ומקומות המסתור מימי מרד בר כוכבא בוואדי מורבעאת ובנחל חבר (132–135 לספירה), שהטקסטים המקראיים שלהם כבר כמעט זהים לנוסח המסורה, וכן נחל צאלים, ואדי סדיר ונחל ערוגות. הפרסום הרשמי הוא סדרת Discoveries in the Judaean Desert (אוקספורד, 1955–2010).

התעתיקים כאן הם של מרטין ג' אבג, ג'יימס א' בולי ואדוארד מ' קוק, כפי שהומרו בידי מרכז אאפ טלסטרה למקרא ומחשב (ETCBC). כל כתב יד מסומן בסימנו (למשל 4QIsad), במספרו ב-DJD, במקום הממצא ובטור או בקטע ובשורה. מלבד כתבי היד המקראיים, העותקים של בן סירא, טוביה, חנוך א, היובלים ותהלים קנא מוצגים תחת הספרים האלה. לא כל כתב יד נמצא במאגר — בעיקר חסרות המגילות היווניות (כגון מגילת תרי עשר היוונית מנחל חבר), ומגילת בן סירא ממצדה נוספה בנפרד (ראו בן סירא).

בן סירא

חכמת ישוע בן אלעזר בן סירא, שחוברה בעברית בירושלים בערך ב-190–180 לפני הספירה ותורגמה ליוונית בידי נכדו במצרים אחרי 132 לפני הספירה (הקדמתו מסבירה את הקושי שבתרגום מעברית ליוונית). הספר שייך לתרגום השבעים ולקנון הקתולי והאורתודוקסי (בלטינית Ecclesiasticus), אך לא לקנון היהודי, אף שהתלמוד והמדרש מביאים ממנו. נוסחו העברי אבד למערב עד 1896, כשסולומון שכטר, אגנס לואיס ומרגרט גיבסון זיהו העתקות מימי הביניים בגניזה הקהירית; העתקות עבריות עתיקות נמצאו אחר כך בקומראן ובמצדה.

כשני שלישים מהעברית ידועים כיום, משישה כתבי יד מהגניזה מימי הביניים (A–F, המאות ה-10–12) ומשלושה עתיקים: 2QSir (2Q18; סירא ו 14–15, 20–32), האקרוסטיכון של סירא נא 13–20, 30 במגילת התהלים 11QPsa (טורים 21–22), ומגילת מצדה (Mas1h), שמצא יגאל ידין ב-1964 בחדר בחומת הסוגרים של המצודה ופורסמה ב-1965: שבעה טורים ובהם סירא לט 27–מד 17, שהועתקו בתחילת המאה הראשונה לפני הספירה, מעט יותר ממאה שנה אחרי המחבר. הסכמתה עם כתב יד B מהגניזה הראתה שההעתקות מימי הביניים נובעות מהעברית העתיקה ולא מתרגום חוזר מיוונית או מסורית.

כאן הספר מוצג ביוונית ובאנגלית של ברנטון. העמודה העברית היא מהדורת כהנא, כפי שתועתקה בוויקיטקסט העברי והופצה בידי ספריא (CC BY-SA): טקסט רציף הבנוי על כתבי היד מהגניזה, שבו מילים ב[סוגריים] הן השלמותיו של כהנא; פרקים שלא שרדה מהם עברית ריקים. כהנא ממספר את הפסוקים לפי הסדר העברי — ביוונית שני גושים של פרקים ל–לו מוחלפים — ולכן פסוקיו הותאמו לפסוקי ברנטון לפי התוכן עבור אתר זה, ומספרו שלו מוצג כ"עבר׳" כשהוא שונה. עמודת המגילות מציגה את שלושת העדים העתיקים; נוסח מצדה הוא תעתיקו של אריק ריימונד מ-bensira.org. מיקומם נעשה עבור אתר זה בהתאמת הטקסט; אין נוסח מסורה להשוות אליו, ולכן לא מסומנים שינויי נוסח.

תהלים קנא

ספר התהלים של תרגום השבעים מסתיים במזמור קצר "מחוץ למניין", שבו דוד נזכר כיצד רעה את צאן אביו, במשיחתו ובניצחונו על גלית. הוא שייך למקרא היווני, הסורי והחבשי אך לא לעברי, ונחשב זמן רב כחיבור יווני — עד שמגילת התהלים ממערה 11 בקומראן (11QPsa, שפורסמה בידי ג'יימס סנדרס ב-1965) התגלתה כמכילה מקור עברי ארוך יותר בטור ה-28 שלה, כשני שירים (קנא א על נגינתו של דוד ועל משיחתו, קנא ב, הקטוע, על גלית). היוונית היא תרגום מקוצר שלהם. המזמור מוצג כפרק קנא של תהלים, ושורות המגילה תחת הפסוקים היווניים שהן מקבילות להם.

טוביה

נובלה יהודית מהגולה המזרחית (כנראה המאה השלישית–השנייה לפני הספירה): טוביה החסיד, שהתעוור בנינוה, שולח את בנו טוביה לגבות כסף במדי, ובדרך מדריכו המלאך רפאל במסווה; בדרך נושא טוביה את שרה ומבריח את השד אשמדאי. הספר נמצא בתרגום השבעים ובקנון הקתולי והאורתודוקסי. הוא שרד בשתי צורות יווניות — קצרה (קודקס ותיקנוס ואלכסנדרינוס, שברנטון מדפיס) וארוכה (קודקס סינאיטיקוס) — והעותקים מקומראן, ארבעה בארמית (4Q196–199) ואחד בעברית (4Q200), שפרסם ג'וזף פיצמאייר ב-1995, הולכים אחר הצורה הארוכה, הנחשבת כיום בדרך כלל לקרובה יותר למקור. מיקום הפסוקים שלהם כאן הולך אחר זיהוייו של פיצמאייר.

חנוך א

קובץ של חמישה חיבורים המיוחסים לחנוך, השביעי לאדם, ש"התהלך את האלהים" (בראשית ה, כד): ספר העירים (פרקים 1–36, המאה השלישית לפני הספירה), על המלאכים שירדו אל בנות האדם; המשלים (37–71); הספר האסטרונומי (72–82); ספר החלומות (83–90), ובו "חזון החיות" על תולדות ישראל; ואיגרת חנוך (91–108). הוא מובא באיגרת יהודה (א, 14–15) והוא קנוני בכנסייה האורתודוקסית האתיופית, שנוסחה בגעז הוא הטקסט השלם היחיד; ביוונית שרד כשליש. יוזף מיליק פרסם ב-1976 את הקטעים הארמיים ממערה 4 בקומראן: אחד-עשר עותקים, המכסים כל חלק מלבד המשלים, העתיק שבהם מבערך 200 לפני הספירה. האנגלית היא תרגומו של ר"ה צ'רלס משנת 1917 מהגעז (נחלת הכלל). המגילות האסטרונומיות (4Q208–211) מכילות לוח ארוך בהרבה מזה שבגעז; רק הקטעים המעטים שבהן התואמים לפרקים 76–82 ממוקמים.

היובלים

שכתוב של בראשית ושל שמות א–יד כפי שנגלו למשה בסיני בידי "מלאך הפנים", מתוארך לפי לוח של יובלים בני 49 שנה ושנת שמש בת 364 יום (אמצע המאה השנייה לפני הספירה). כמו חנוך א, הוא קנוני רק בכנסייה האתיופית, שנוסחה בגעז הוא הטקסט השלם היחיד; חלקים שרדו בלטינית, בסורית ובציטוטים ביוונית. בקומראן נמצאו קטעים מכחמישה-עשר עותקים עבריים, יותר מרוב ספרי המקרא, והם פורסמו ב-DJD 13 (ונדרקם ומיליק, 1994) וב-DJD 23. האנגלית היא תרגומו של ר"ה צ'רלס משנת 1917 (נחלת הכלל).

נתוני המילון והקונקורדנציה

המילים העבריות נושאות את הניתוח של Translators Amalgamated Hebrew OT של STEPBible (טינדייל האוס, קיימברידג'): מספרי סטרונג מורחבים — המספור של ג'יימס סטרונג משנת 1890, בחלוקה משנה לפי מילון בראון–דרייבר–בריגס (1906) — עם ניתוח צורני מ-ETCBC ו-BDB מקוצר להגדרות. מילים שומרוניות ומילות המגילות מקבלות את הניתוח של המילה המקבילה בנוסח המסורה, או, כשהן שונות, של אותה צורה כתובה במקום אחר בנוסח המסורה. המילים היווניות מותאמות דרך תרגום השבעים של סוויט והמנתח Morpheus למילון היווני של STEPBible, המבוסס על אבוט-סמית (1922) ועל לידל–סקוט–ג'ונס.

† ברישיון לשימוש לא מסחרי בלבד. קרדיטים ורישיונות מלאים: קרדיטים ורישיונות.