Textorah

עזרא החיצוני 8

1
Καὶ μεταγενέστερος τούτων ἐστὶ, βασιλεύοντος Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως, προσέβη Ἔσδρας Ἀζαραίου, τοῦ Ζεχρίου, τοῦ Χελκίου, τοῦ Σαλήμου,
And after these things, when Artaxerxes the king of the Persians reigned, came Ezra [the son] of Azariah, the son of Zechrias, the son of Hilkiah, the son of Shallum,
2
τοῦ Σαδδούκου, τοῦ Ἀχιτὼβ, τοῦ Ἀμαρίου, τοῦ Ὀζίου, τοῦ Βοκκὰ, τοῦ Ἀβισαῒ, τοῦ Φινεὲς, τοῦ Ἐλεάζαρ, τοῦ Ἀαρὼν, τοῦ ἱερέως τοῦ πρώτου·
the son of Zadok, the son of Ahitub, the son of Amariah, the son of Uzzi, the son of Bukki, the son of Abishua, the son of Phinehas, the son of Eleazar, the son of Aaron the chief priest.
3
οὗτος Ἔσδρας ἀνέβη ἐκ Βαβυλῶνος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τῷ Μωυσέως νόμω τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ Θεοῦ τοῦ Ἰσραήλ.
This Ezra went up from Babylon, as a scribe, being very ready in the law of Moses, that was given by the God of Israel.
4
Καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν, εὑρόντος χάριν ἐνώπιον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ.
And the king did him honor: for he found grace in his sight in all his requests.
5
Καὶ συνανέβησαν ἐκ τῶν υἱῶν Ἰσραὴλ, καὶ τῶν ἱερέων, καὶ Λευιτῶν, καὶ ἱεροψαλτῶν, καὶ θυρωρῶν, καὶ ἱεροδούλων εἰς Ἱερουσαλὴμ,
There went up with him also certain of the children of Israel, of the priests, of the Levites, of the holy singers, porters, and ministers of the temple, unto Jerusalem,
6
ἔτους ἑβδόμου βασιλεύοντος Ἀρταξέρξου ἐν τῷ πέμπτῳ μηνί· οὗτος ἐνιαυτὸς ἕβδομος τῷ βασιλεῖ· ἐξελθόντες γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς, παρεγένοντο εἰς Ἱερουσαλὴμ κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ Κυρίου ἐπʼ αὐτῷ.
in the seventh year of the reign of Artaxerxes, in the fifth month, this was the king’s seventh year; for they went from Babylon in the first day of the first month, and came to Jerusalem, according to the prosperous journey which the Lord gave to him.
7
Ὁ γὰρ Ἔσδρας πολλὴν ἐπιστήμην περιεῖχεν εἰς τὸ μηδὲν παραλιπεῖν τῶν ἐκ τοῦ νόμου Κυρίου καὶ ἐκ τῶν ἐντολῶν, διδάξαι πάντα τὸν Ἰσραὴλ δικαιώματα καὶ κρίματα.
For Ezra had very great skill, so that he omitted nothing of the law and commandments of the Lord, but taught all Israel the ordinances and judgments.
8
Προσπεσόντος δὲ τοῦ γραφέντος προστάγματος παρὰ Αρταξέρξου βασιλέως πρὸς Ἔσδραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου Κυρίου, οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον·
Now the copy of the commission, which was written from Artaxerxes the king, and came to Ezra the priest and reader of the law of the Lord, is this that followeth;
9
Βασιλεὺς Ἀρταξέρξης Ἔσδρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου Κυρίου χαίρειν.
King Artaxerxes unto Ezra the priest and reader of the law of the Lord sendeth greeting:
10
Καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν Ἰουδαίων αἱρετίζοντας, καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ τῶνδε ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ, συμπορεύεσθαί σοι εἰς Ἱερουσαλήμ.
Having determined to deal graciously, I have given order, that such of the nation of the Jews, and of the priests and Levites, being within our realm, as are willing and desirous, should go with thee unto Jerusalem.
11
Ὅσοι οὖν ἐνθυμοῦνται, συνεξορμάσθωσαν καθάπερ δέδοκται ἐμοί τε, καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς,
As many therefore as have a mind thereunto, let them depart with thee, as it hath seemed good both to me and my seven friends the counselors;
12
ὅπως ἐπισκέψωνται τὰ κατὰ τὴν Ἰουδαίαν καὶ Ἱερουσαλὴμ ἀκολούθως ᾧ ἔχει ἐν τῷ νόμῳ Κυρίου,
that they may look unto the affairs of Judea and Jerusalem, agreeably to that which is in the law of the Lord;
13
καὶ ἀπενεγκεῖν δῶρα τῷ Κυρίῳ τοῦ Ἰσραὴλ, ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι, εἰς Ἱερουσαλήμ· καὶ πᾶν χρυσίον καὶ ἀργύριον ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας τῷ Κυρίῳ εἰς Ἱερουσαλὴμ
and carry the gifts unto the Lord of Israel to Jerusalem, which I and my friends have vowed, and all the gold and silver that in the country of Babylon can be found, to the Lord in Jerusalem,
14
σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ Κυρίου Θεοῦ αὐτῶν τὸ ἐν Ἱερουσαλὴμ, συναχθῆναι τό, τε χρυσίον καὶ τὸ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας, καὶ τὰ τούτοις ἀκόλουθα,
with that also which is given of the people for the temple of the Lord their God at Jerusalem: and that silver and gold may be collected for bullocks, rams, and lambs, and things thereunto appertaining;
15
ὥστε προσενεγκεῖν θυσίας τῷ Κυρίῳ ἐπὶ τὸ θυσιαστήριον τοῦ Κυρίον Θεοῦ αὐτῶν τὸ ἐν Ἱερουσαλήμ.
to the end that they may offer sacrifices unto the Lord upon the altar of the Lord their God, which is in Jerusalem.
16
Καὶ πάντα ὅσα ἐὰν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ, ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ Θεοῦ σου.
And whatsoever thou and thy brethren will do with the silver and gold, that do, according to the will of thy God.
17
Καὶ τὰ ἱερὰ σκεύη τοῦ Κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ Θεοῦ σου,
And the holy vessels of the Lord, which are given thee for the use of the temple of thy God, which is in Jerusalem, thou shalt set before thy God in Jerusalem.
18
δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου.
And whatsoever thing else thou shalt remember for the use of the temple of thy God, thou shalt give it out of the king’s treasury.
19
Κᾀγὼ ἰδοὺ Ἀρταξέρξης βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἐὰν ἀποστείλῃ Ἔσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατὸν,
And I King Artaxerxes have also commanded the keepers of the treasures in Syria and Phoenicia, that whatsoever Ezra the priest and the reader of the law of the most high God shall send for, they should give it him with speed,
20
ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν, καὶ οἴνου μετρητῶν ἑκατόν·
to the sum of a hundred talents of silver, likewise also of wheat even to a hundred cors, and a hundred pieces of wine, and other things in abundance.
21
καὶ ἄλλα ἐκ πλήθους πάντα κατὰ τὸν τοῦ Θεοῦ νόμον ἐπιτελεσθήτω ἐπιμελῶς τῷ Θεῷ τῷ ὑψίστῳ, ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ.
Let all things be performed after the law of God diligently unto the most high God, that wrath come not upon the kingdom of the king and his sons.
22
Καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσι, καὶ τοῖς Λευίταις, καὶ ἱεροψάλταις, καὶ θυρωροῖς, καὶ ἱεροδούλοις, καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου μηδὲ μία φορολογία, μηδὲ ἄλλη ἐπιβουλὴ γίνηται, καὶ μηδένα ἔχειν ἐξουσίαν ἐπιβαλεῖν τι τούτοις.
I command you also, that ye require no tax, nor any other imposition, of any of the priests, or Levites, or holy singers, or porters, or ministers of the temple, or of any that have doings in this temple, and that no man have authority to impose anything upon them.
23
Καὶ σὺ, Ἔσδρα, κατὰ τὴν σοφίαν τοῦ Θεοῦ, ἀνάδειξον κριτὰς καὶ δικαστὰς, ὅπως δικάζωσιν ἐν ὅλῃ Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ Θεοῦ σου, καὶ τοὺς μὴ ἐπισταμένους διδάξεις.
And thou, Ezra, according to the wisdom of God ordain judges and justices, that they may judge in all Syria and Phoenicia all those that know the law of thy God; and those that know it not thou shalt teach.
24
Καὶ πάντες ὅσοι ἂν παραβαίνωσι τὸν νόμον τοῦ Θεοῦ σου καὶ τὸς βασιλικὸν, ἐπιμελῶς κολασθήσονται, ἐάν τε καὶ θανάτῳ, ἐάν τε καὶ τιμωρίᾳ, ἢ ἀργυρικῇ ζημίᾳ, ἢ ἀπαγωγῇ.
And whosoever shall transgress the law of thy God, and of the king, shall be punished diligently, whether it be by death, or other punishment, by penalty of money, or by imprisonment.
25
Καὶ εἶπεν Ἔσδρας ὁ γραμματεὺς, εὐλογητὸς μόνος Κύριος ὁ Θεὸς τῶν πατέρων μου, ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν τοῦ βασιλέως, δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ἱερουσαλὴμ,
Then said Ezra the scribe, Blessed be the only Lord God of my fathers, who hath put these things into the heart of the king, to glorify his house that is in Jerusalem:
26
καὶ ἐμὲ ἐτίμησεν ἐναντίον τοὺ βασιλέως, καὶ τῶν συμβουλευόντων, καὶ πάντων τῶν φίλων, καὶ μεγιστάνων αὐτοῦ.
and hath honored me in the sight of the king, and his counselors, and all his friends and nobles.
27
Καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλμψιν Κυρίου τοῦ Θεοῦ μου, καὶ συνήγαγον ἄνδρας ἐκ τοῦ Ἰσραὴλ ὥστε συναναβῆναί μοι.
Therefore was I encouraged by the help of the Lord my God, and gathered together men of Israel to go up with me.
28
Καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας, οἱ ἀναβάντες μετʼ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως.
And these are the chief according to their families and several dignities, that went up with me from Babylon in the reign of King Artaxerxes:
29
Ἐκ τῶν υἱῶν Φινεὲς, Γηρσών· ἐκ τῶν υἱῶν Ἰαθαμάρου, Γαμαλιήλ· ἐκ τῶν υἱῶν Λαυὶδ, Λαττοὺς ὁ Σεχενίου·
of the sons of Phinehas, Gershom: of the sons of Ithamar, Gamael: of the sons of David, Hattush the [son] of Shecaniah:
30
ἐκ τῶν υἱῶν Φόρος, Ζαχαρίας, καὶ μετʼ αὐτοῦ ἀπεγράφησαν ἄνδρες ἑκατὸν πεντήκοντα·
of the sons of Parosh, Zechariah; and with him were counted a hundred and fifty men:
31
ἐκ τῶν υἱῶν Φαὰθ Μωὰβ, Ἐλιαωνίας Ζαραίου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι·
of the sons of Pahath-moab, Eliehoenai, [the son] of Zerahiah, and with him two hundred men:
32
ἐκ τῶν υἱῶν Ζαθόης, Ζεχενίας Ἰεζήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες τριακόσιοι· ἐκ τῶν υἱῶν Ἀδὶν, Ὠβὴθ Ἰωνάθου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα·
of the sons of Zattu, Shecaniah the son of Jahaziel, and with him three hundred men: of the sons of Adin, Obed the son of Jonathan, and with him two hundred and fifty men:
33
ἐκ τῶν υἱῶν Ἠλὰμ, Ἰεσίαν Γοθολίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
of the sons of Elam, Jeshaiah [son] of Gotholiah, and with him seventy men:
34
ἐκ τῶν υἱῶν Σαφατίου, Ζαραΐας Μιχαήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
of the sons of Shephatiah, Zeraiah son of Michael, and with him threescore and ten men:
35
ἐκ τῶν υἱῶν Ἰωὰβ, Ἀβαδίας Ἰεζήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι δεκαδύο·
of the sons of Joab, Obadiah son of Jehiel, and with him two hundred and twelve men:
36
Ἐκ τῶν υἱῶν Βανίας, Σαλιμὼθ Ἰωσαφίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑξήκοντα καὶ ἑκατόν·
of the sons of Bani, Shelomith son of Josiphiah, and with him a hundred and threescore men:
37
ἐκ τῶν υἱῶν Βαβὶ, Ζαχαρίας Βηβαῒ, καὶ μετʼ αὐτοῦ ἄνδρες εἰκοσιοκτώ·
of the sons of Bebai, Zechariah son of Bebai, and with him twenty and eight men:
38
ἐκ τῶν υἱῶν Ἀστὰθ, Ἰωάννης Ἀκατὰν, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑκατὸν δέκα·
of the sons of Azgad, Johanan [son of] Hakkatan, and with him a hundred and ten men:
39
ἐκ τῶν υἱῶν Ἀδωνικὰμ, οἱ ἔσχατοι· καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐλιφαλὰ τοῦ Γεουὴλ, καὶ Σαμαίας, καὶ μετʼ αὐτῶν ἄνδρες ἑβδομήκοντα·
of the sons of Adonikam the last, and these are the names of them, Eliphelet, [son] of Jeuel, and Shemaiah, and with them seventy men:
40
ἐκ τῶν υἱῶν Βαγὼ, Οὐθὶ ὁ τοῦ Ἱσταλκούρου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα.
of the sons of Bigvai, Uthai the son of Istalcurus, and with him seventy men.
41
Καὶ συνήγαγον αὐτοὺς ἐπὶ τὸν λεγόμενον Θερὰν ποταμὸν, καὶ παρενεβάλομεν ἡμέρας τρεῖς αὐτόθι, καὶ κατέμαθον αὐτούς.
And these I gathered together to the river called Theras, where we pitched our tents three days: and then I surveyed them.
42
Καὶ ἐκ τῶν ἱερέων καὶ ἐκ τῶν Λευιτῶν οὐχ εὑρὼν ἐκεῖ,
But when I had found there none of the priests and Levites,
43
ἀπέστειλα πρὸς Ἐλεάζαρον, καὶ Ἱδουῆλον, καὶ Μαιὰ, καὶ Μασμὰν, καὶ Ἀλναθὰν, καὶ Σαμαίαν, καὶ Ἰώριβον, Νάθαν,
then sent I unto Eleazar, and Iduel, and Maea, and Maasmas,
44
Ἐννατὰν, Ζαχαρίαν, καὶ Μοσόλλαμον τοὺς ἡγουμένους καὶ ἐπιοτήμονας,
and Elnathan, and Shemaiah, and Jarib, and Nathan, Elnathan, Zechariah, and Meshullam, principal men and learned.
45
καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Λοδδαῖον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ τοῦ γαζοφυλακίου,
And I bade them that they should go unto Iddo the captain, who was in the place of the treasury:
46
ἐντειλάμενος αὐτοῖς διαλεχθῆναι Λοδδαίῳ, καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν, ἀποστεῖλαι ἡμῖν τοὺν ἱερατεύσοντας ἐν τῷ οἴκῳ τοῦ Κυρίου ἡμῶν·
and commanded them that they should speak unto Iddo, and to his brethren, and to the treasurers in that place, to send us such men as might execute the priests’ office in the house of the Lord.
47
Καὶ ἤγαγον ἡμῖν κατὰ τὴν κραταιὰν χεῖρα τοῦ Κυρίου ἡμῶν ἄνδρας ἐπιστήμονας τῶν υἱῶν Μοολὶ τοῦ Λευὶ τοῦ Ἰσραὴλ, Ἀσεβηβίαν, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τοὺς ἀδελφοὺς, ὄντας δέκα καὶ ὀκτώ·
And by the mighty hand of our Lord they brought unto us skillful men of the sons of Mahli the son of Levi, the son of Israel, Sherebiah, and his sons, and his brethren, who were eighteen.
48
καὶ Ἀσεβίαν, καὶ Ἄννουον, καὶ Ὠσαίαν ἀδελφὸν ἐκ τῶν υἱῶν Χανουναίου, καὶ οἱ υἱοὶ αὐτῶν εἴκοσι ἄνδρες·
And Hashabiah, and Annunus, and Jeshaiah his brother, of the sons of Hananiah, and their sons, were twenty men.
49
καὶ ἐκ τῶν ἱεροδούλων ὧν ἔδωκε Δαυὶδ, καὶ οἱ ἡγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευιτῶν, ἱεροδούλους διακοσίους καὶ εἴκοσι· πάντων ἐσημάνθη ἡ ὀνοματογραφία.
And of the servants of the temple whom David had ordained, and the principal men for the service of the Levites to wit, the servants of the temple, two hundred and twenty, the catalog of whose names were shown.
50
Καὶ ηὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι Κυρίου ἡμῶν, ζητῆσαι παρʼ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς συνοῦσιν ἡμῖν, τέκνοις ἡμῶν, καὶ κτήνεσιν.
And there I vowed a fast unto the young men before our Lord, to desire of him a prosperous journey both for us and them that were with us, for our children, and for the cattle:
51
Ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα, πεζούς τε καὶ ἱππεῖς, και προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιουμένους ἡμῖν.
for I was ashamed to ask the king footmen, and horsemen, and conduct for safeguard against our adversaries.
52
Εἴπαμεν γὰρ τῷ βασιλεῖ, ὅτι ἡ ἰσχὺς τοῦ Κυρίου ἡμῶν ἔσται μετὰ τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν.
For we had said unto the king, that the power of the Lord our God should be with them that seek him, to support them in all ways.
53
Καὶ πάλιν ἐδεήθημεν τοῦ Κυρίου ἡμῶν πάντα ταῦτα, καὶ ἐτύχομεν εὐιλάτου.
And again we besought our Lord as touching these things, and found him favorable unto us.
54
Καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δεκαδύο, καὶ Ἐσερεβίαν καὶ Σαμίαν, καὶ μετʼ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δώδεκα.
Then I separated twelve of the chief of the priests, Sherebiah, and Hashabiah, and ten men of their brethren with them:
55
Καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον, καὶ τὸ χρυσίον, καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ Κυρίου ἡμῶν, ἃ ἐδωρήσατο ὁ βασιλεὺς, καὶ οἱ σύμβουλοι αὐτοὺ, καὶ οἱ μεγιστᾶνες, καὶ πᾶς Ἰσραήλ.
and I weighed them the gold, and the silver, and the holy vessels of the house of our Lord, which the king, and his council, and the princes, and all Israel, had given.
56
Καὶ στήσας παρέδωκα αὑτοῖς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατὸν, καὶ χρυσίου τάλαντα ἑκατὸν,
And when I had weighed it, I delivered unto them six hundred and sixty talents of silver, and silver vessels of a hundred talents, and a hundred talents of gold,
57
καὶ χρυσώματα εἴκοσι, καὶ σκεύη χάλκεα ἀπὸ χρηστοῦ χαλκοῦ στίλβοντα χρυσοειδῆ σκεύη δώδεκα.
and twenty golden vessels, and twelve vessels of brass, [even] of fine brass, glittering like gold.
58
Καὶ εἶπα αὐτοῖς καὶ ὑμεῖς ἅγιοι ἐστὲ τῷ Κυρίῳ, καὶ τὰ σκεύη τὰ ἅγια, καὶ τὸ χρυσίον, καὶ τὸ ἀργύριον, εὐχὴ τῷ Κυρίῳ, Κυρίῳ τῶν πατέρων ἡμῶν.
And I said unto them, Both ye are holy unto the Lord, and the vessels are holy, and the gold and the silver is a vow unto the Lord, the Lord of our fathers.
59
Ἀγρυπνεῖτε, καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι ὑμᾶς αὐτὰ τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ τοῖς ἡγουμένοις τὼν πατριῶν τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ, ἐν τοῖς παστοφορίοις τοῦ οἴκου τοῦ Θεοῦ ἡμῶν.
Watch ye, and keep them till ye deliver them to the chief of the priests and Levites, and to the principal men of the families of Israel, in Jerusalem, into the chambers of the house of our God.
60
Καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὸ ἀργύριον, καὶ τὸ χρυσίον, καὶ τὰ σκεύη τὰ ἐν Ἱερουσαλὴμ, εἰσήνεγκαν εἰς τὸ ἱερὸν τοῦ Κυρίου.
So the priests and the Levites, who had received the silver and the gold and the vessels that were in Jerusalem, brought them into the temple of the Lord.
61
Καὶ ἀναζεύξαντες ἀπὸ τοῦ ποταμοῦ Θερὰ τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς, ἕως εἰσήλθομεν εἰς Ἱερουσαλὴμ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ Κυρίου ἡμῶν τὴν ἐφʼ ἡμῖν· καὶ ἐῤῥύσατο ἡμᾶς ἀπὸ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ, καὶ ἦλθομεν εἰς Ἱερουσαλήμ.
And from the river Theras we departed the twelfth day of the first month, and came to Jerusalem by the mighty hand of our Lord, which was with us: and from the beginning of our journey the Lord delivered us from every enemy, and [so] we came to Jerusalem.
62
Καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης, τῇ ἡμέρᾳ τῇ τετάρτῃ σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ Κυρίου ἡμῶν Μαρμωθὶ Οὐρία ἱερεῖ.
And when we had been there three days, the gold and silver that was weighed was delivered in the house of our Lord on the fourth day unto Meremoth the priest the son of Uriah.
63
Καὶ μετʼ αὐτοῦ Ἐλεάζαρ ὁ τοῦ Φινεὲς, καὶ ἦσαν μετʼ αὐτοῦ Ἰωσαβδὸς Ἰησοῦ, καὶ Μωὲθ Σαβάννου· οἱ δὲ Λευῖται, πρὸς ἀριθμὸν καὶ ὁλκὴν ἅπαντα.
And with him was Eleazar the son of Phinehas, and with them were Jozabad the son of Jeshua and Moeth the son of Sabban, Levites: all [was delivered them] by number and weight.
64
Καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῶν αὐτῇ τῇ ὥρᾳ.
And all the weight of them was written up the same hour.
65
Οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ Θεῷ τοῦ Ἰσραὴλ Κυρίῳ, ταύρους δώδεκα ὑπὲρ παντὸς Ἰσραὴλ,
Moreover they that were come out of the captivity offered sacrifice unto the Lord God of Israel, [even] twelve bullocks for all Israel, fourscore and sixteen rams,
66
κριοὺς ἐνενηκονταὲξ, ἄρνας ἑβδομηκονταδύο, τράγους ὑπὲρ σωτηρίου δώδεκα, ἅπαντα θυσίαν τῷ Κυρίῳ.
threescore and twelve lambs, goats for a peace offering, twelve; all of them a sacrifice to the Lord.
67
Καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις κοίλης Συρίας καὶ Φοινίκης, καὶ ἐδόξασαν τὸ ἔθνος, καὶ τὸ ἱερὸν τοῦ Κυρίου.
And they delivered the king’s commandments unto the king’s stewards, and to the governors of Coelesyria and Phoenicia; and they honored the people and the temple of God.
68
Καὶ τούτων τελεσθέντων, προσήλθοσάν μοι οἱ ἡγούμενοι, λέγοντες,
Now when these things were done, the rulers came unto me, and said,
69
οὐκ ἐχώρισαν τὸ ἔθνος τοῦ Ἰσραὴλ καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ τὰς ἀκαθαρσίας αὐτῶν, ἀπὸ τῶν ἐθνῶν τῶν Χαναναίων, καὶ Χετταίων, καὶ Φερεζαίων, καὶ Ἰεβουσαίων, καὶ Μωαβιτῶν, καὶ Αἰγυπτίων, καὶ Ἰδουμαίων.
The nation of Israel, the princes, the priests and the Levites, have not put away from them the strange people of the land, nor their pollutions from the Gentiles, [to wit], the Canaanites, Hittites, Perizzites, Jebusites, and the Moabites, Egyptians, and Idumeans.
70
Συνῴκησαν γὰρ μετὰ τῶν θυγατέρων αὐτῶν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν, καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς, καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος.
For both they and their sons have married with their daughters, and the holy seed is mixed with the strange people of the land; and from the beginning of this matter the rulers and the great men have been partakers of this iniquity.
71
Καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα, διέῤῥηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα, καὶ κατέτιλα τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος, καὶ ἐκάθισα σύννους καὶ περίλυπος.
And as soon as I had heard these things, I rent my clothes, and the holy garment, and pulled off the hair from off my head and beard, and sat me down sad and very heavy.
72
Καὶ ἐπισυνήχθησαν πρὸς μὲ ὅσοι ποτὲ ἐπεκινοῦντο ἐπὶ τῷ ῥήματι Κυρίου Θεοῦ τοῦ Ἰσραὴλ, ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ· καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας.
So all they that were then moved at the word of the Lord God of Israel assembled unto me, while I mourned for the iniquity: but I sat still full of heaviness until the evening sacrifice.
73
Καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας διεῤῥηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα, κάμψας τὰ γόνατα, καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν Κύριον·
Then rising up from the fast with my clothes and the holy garment rent, and bowing my knees, and stretching forth my hands unto the Lord,
74
ἔλεγον, Κύριε, ᾔσχυμμαι καὶ ἐντέτραμμαι κατὰ πρόσωπόν σου.
I said, O Lord, I am confounded and ashamed before thy face;
75
Αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπὲρ τὰς κεφαλὰς ἡμῶν, καὶ αἱ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ,
for our sins are multiplied above our heads, and our ignorances have reached up unto heaven.
76
ἔτι ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν, καὶ ἐσμὲν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης.
For ever since the time of our fathers we [have been] and are in great sin, even unto this day.
77
Καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν, καὶ σὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν, τοῖς βασιλεῦσι τῆς γῆς εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας.
And for our sins and our fathers’ we with our brethren and our kings and our priests were given up unto the kings of the earth, to the sword, and to captivity, and for a prey with shame, unto this day.
78
Καὶ νῦν κατὰ πόσον τι ἐγενήθη ἡμῖν ἔλεος παρὰ τοῦ Κυρίου Κυρίου, καταλειφθῆναι ἡμῖν ῥίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ ἁγιάσματός σου,
And now in some measure hath mercy been shown unto us from thee, O Lord, that there should be left us a root and a name in the place of thy sanctuary;
79
καὶ τοῦ ἀνακαλύψαι φωστῆρα ἡμῖν ἐν τῷ οἴκῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν, δοῦναι ἡμῖν τροφὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν;
and to discover unto us a light in the house of the Lord our God, and to give us food in the time of our servitude.
80
Καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐγκατελείφθημεν ὑπὸ τοῦ Κυρίου ἡμῶν, ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν,
Yea, when we were in bondage, we were not forsaken of our Lord; but he made us favored before the kings of Persia, so that they gave us food;
81
δοῦναι ἡμῖν τροφὴν, καὶ δοξάσαι τὸ ἱερὸν τοῦ Κυρίου ἡμῶν, καὶ ἐγεῖραι τὴν ἔρημον Σιὼν, δοῦναι ἡμῖν στερέωμα ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ.
yea, and honored the temple of our Lord, and raised up the desolate Zion, so that they have given us a sure abiding in Jewry and Jerusalem.
82
Καὶ νῦν τί ἐροῦμεν, Κύριε, ἔχοντες ταῦτα; παρέβημεν γὰρ τὰ προστάγματά σου, ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν,
And now, O Lord, what shall we say, having these things? for we have transgressed thy commandments, which thou gavest by the hand of thy servants the prophets, saying,
83
λέγων, ὅτι ἡ γῆ, εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι, ἔστι γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν τῆς γῆς, καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν.
That the land, which ye enter into to possess as a heritage, is a land polluted with the pollutions of the strangers of the land, and they have filled it with their uncleanness.
84
Καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικήσητε τοῖς υἱοῖς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν,
Therefore now shall ye not join your daughters unto their sons, neither shall ye take their daughters unto your sons.
85
καὶ οὐ ζητήσετε εἰρηνεῦσαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον, ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαθὰ τῆς γῆς, καὶ κατακληρονομήσητε τοῖς τέκνοις ὑμῶν ἕως αἰῶνος.
Moreover ye shall never seek to have peace with them, that ye may be strong, and eat the good things of the land, and that ye may leave the inheritance of the land unto your children for evermore.
86
Καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ, καὶ τὰς μεγάλας ἁμαρτίας ἡμῶν·
And all that is befallen is done unto us for our wicked works and great sins: for thou, O Lord, didst make our sins light,
87
σὺ γὰρ Κύριε ὁ κουφίσας τὰς ἁμαρτίας ἡμῶν, ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν· πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς.
and didst give unto us such a root: but we have turned back again to transgress thy law, and to mingle ourselves with the uncleanness of the nations of the land.
88
Οὐχὶ ὠργίσθης ἡμῖν ἀπολέσαι ἡμᾶς, ἕως τοῦ μὴ καταλιπεῖν ῥίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν;
Mightest not thou be angry with us to destroy us, till thou hadst left us neither root, seed, nor name?
89
Κύριε τοῦ Ἰσραὴλ, ἀληθινὸς εἶ· κατελείφθημεν γὰρ ῥίζα ἐν τῇ σήμερον.
O Lord of Israel, thou art true: for we are left a root this day.
90
Ἰδοὺ νῦν ἐσμὲν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν· οὐ γὰρ ἐστι στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις.
Behold, now are we before thee in our iniquities, for we cannot stand any longer by reason of these things before thee.
91
Καὶ ὅτε προσευχόμενος Ἔσδρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἱερουσαλὴμ ὄχλος πολὺς σφόδρα, ἄνδρες, καὶ γυναῖκες, καὶ νεανίαι· κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει.
And as Ezra in his prayer made his confession, weeping, and lying flat upon the ground before the temple, there gathered unto him from Jerusalem a very great multitude of men and women and children: for there was great weeping among the multitude.
92
Καὶ φωνήσας Ἰεχονίας Ἰεήλου τῶν υἱῶν Ἰσραὴλ, εἶπεν, Ἔσδρα, ἡμεῖς ἡμάρτομεν εἰς τὸν Κύριον· συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς· καὶ νῦν ἐστιν ἐπάνω πᾶς Ἰσραήλ.
Then Shecaniah the son of Jehiel, one of the children of Israel, called out and said, O Ezra, we have sinned against the Lord; we have married strange women of the nations of the land, and now is all Israel aloft.
93
Ἐν τούτῳ γινέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν Κύριον, ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν,
Let us make an oath to the Lord, that we will put away all our wives, which we have taken of the heathen, with their children,
94
ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρχοῦσι τοῦ νόμου Κυρίου.
like as thou hast decreed, and as many as do obey the law of the Lord.
95
Ἀναστὰς ἐπιτέλει· πρὸς σὲ γὰρ τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν.
Arise, and put into execution: for to thee doth this matter appertain, and we will be with thee: do valiantly.
96
Καὶ ἀναστὰς Ἔσδρας ὥρκισε τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν παντὸς τοῦ Ἰσραὴλ, ποιῆσαι κατὰ ταῦτα· καὶ ὤμοσαν.
So Ezra arose, and took an oath of the chief of the priests and Levites of all Israel to do after these things; and [so] they swore.

איך זה עובד

קורא מקבילי לתנ"ך ולעדי הנוסח העתיקים ביותר שלו: נוסח המסורה, התורה השומרונית, מגילות מדבר יהודה ותרגום השבעים, כל אחד עם תרגום לאנגלית היכן שיש כזה.

קריאת פרק

בחרו ספר ופרק בראש העמוד, או הקלידו מראה מקום בתיבת מעבר אל (ישעיהו 53:11, שמואל א 3, וגם בקיצורים באנגלית: Isa 53:11, 1 Sam 3, ii kgs 2, ben sira 51). שם המשותף לכמה ספרים ממוספרים (sam, kings, chr, macc) פותח את הראשון שבהם אלא אם תוסיפו את המספר. מקשי החצים עוברים בין פרקים, ושורת הכתובת שומרת קישור לפסוק שלחצתם עליו, כך שאפשר לסמן מקום או לשתף אותו.

כל שורה היא פסוק אחד. השורות הולכות לפי מספור הפסוקים של נוסח המסורה, כך שעמודות העברית, JPS והתורה השומרונית מקבילות במדויק. תרגום השבעים ממוספר אחרת במקומות רבים (תהלים, ירמיהו, שמות לה–מ, חלקים ממלכים, משלי, דניאל, ועשרות גבולות פרקים). פסוקיו ממוקמים מול מקביליהם בנוסח המסורה, ותגית קטנה כגון 50:3 מראה את המספר של תרגום השבעים עצמו כשהוא שונה. פסוקים יווניים שאין להם מקבילה בנוסח המסורה (למשל תפילת עזריה בדניאל ג) מופיעים לפי סדר הקריאה כשורות נפרדות המסומנות LXX.

עמודות

התגיות בראש העמוד מפעילות ומכבות עמודות. גררו תגית (או כותרת עמודה) כדי לשנות סדר; כשתגית בפוקוס, מקשי ← → מזיזים אותה. הבחירה נשמרת. העמודות השומרוניות מופיעות רק בבראשית–דברים; עמודת המגילות מופיעה בכל מקום ששרד כתב יד, כולל בן סירא. עמודות המסומנות † הן ברישיון לשימוש לא מסחרי בלבד.

מילים: מילון וקונקורדנציה

העבירו את העכבר על כל מילה עברית (נוסח המסורה, השומרוני או המגילות) או על כל מילה יוונית כדי לראות את צורתה המילונית, מספר סטרונג, פירוש קצר ודקדוק. לחיצה על המילה פותחת את הקונקורדנציה בצד: הערך המילוני המלא, ואחריו כל ההיקרויות לפי ספרים — בעברית בנפרד לנוסח המסורה, לתורה השומרונית ולמגילות (עם שם כתב היד). לחיצה על מראה מקום מעבירה אליו; כל צורות המילה בפרק מודגשות. אפשר גם להקליד מילה או מספר סטרונג בתיבת מילון בראש העמוד.

בנוסח המסורה, כתיב (הצורה הכתובה, ללא ניקוד) מופיע באפור מיד לפני הקרי (הצורה הנקראת); לשניהם הערך המילוני של הקרי.

שינויי נוסח

התורה השומרונית וכל מגילה מושוות מילה במילה לנוסח המסורה של אותו פסוק:

במגילות, אותיות בסוגריים הן השלמה של עורך מודרני ואינן נחשבות לעולם כשינוי נוסח; אותיות עם נקודה מעליהן אינן ודאיות; ◦ הוא שריד של אות שאינה קריאה. כתבי יד שנכתבו בכתב העברי הקדום, ושמות קודש שמגילות בכתב מרובע כותבות בכתב העברי הקדום, מוצגים באותיות עבריות קדומות (אפשר לשנות תחת תצוגה). העבירו את העכבר על כתב יד כדי לראות את מהדורתו. תצוגה ← מגילות מדבר יהודה יכולה להסתיר כתבי יד המסכימים עם נוסח המסורה, או להסיר את ההשלמות ולהציג רק את מה ששרד.

ההשוואה אוטומטית. היא מתאימה מילים לפי הכתיב, ולכן החלפת סדר או קטע ארוך שנוסח מחדש עלולים להיות מסומנים באופן לא מושלם, וכלל הכתיב אינו יכול להבחין בין סיומת לבין אם קריאה. ראו בצבעים כלי עזר לאיתור, ובדקו במהדורה מדעית לפני שבונים טיעון על קריאה.

ספרים מחוץ לתנ"ך

מלבד הספרים שרק בתרגום השבעים, רשימת הספרים כוללת את חנוך א ואת היובלים ("ספרים קדומים אחרים"), בתרגום האנגלי של ר"ה צ'רלס ולצדם העותקים מקומראן, ולספר תהלים יש פרק קנא. לעותקי המגילות שלהם — כמו לאלה של טוביה ובן סירא — אין מספרי פסוקים בנתונים: כל קטע ממוקם לפי זיהויו בפרסום, ושורותיו מחולקות על פני הפסוקים האלה, ולכן גבולות הפסוקים המדויקים הם בקירוב. עותקים בארמית (טוביה 4Q196–199 וכל חנוך) מסומנים "ארמית" ואין להם חיפוש מילים.

מובאות בספרות חז"ל

הסימן הקטן ❝ מתחת למספר הפסוק פותח את המקומות בספרות חז"ל המביאים את הפסוק — משנה, תוספתא, שני התלמודים, מדרש, תרגום וקבלה (ואם מסמנים את התיבה, גם הלכה, תפילה ומחשבה מאוחרות) — הנטענים בזמן אמת מספריא, ולכן נדרש חיבור לאינטרנט. כל מקום מופיע עם תאריך החיבור לפי ספריא וקישור לקריאתו שם. הקישורים של ספריא כוללים גם רמזים ודיונים ולא רק ציטוטים; אלה שספריא מסווגת כציטוטים מסומנים. זה עובד לתנ"ך, לבן סירא (לפי מספור כהנא, למשל מובאות התלמוד מבן סירא), לטוביה וליובלים. בחנוך א, שחז"ל אינם מביאים, מוצגים במקום זאת המקומות בזוהר על "ספר חנוך".

כיצד מותאם תרגום השבעים

כל פסוק יווני ממוקם בשילוב של שלושה דברים: הטבלה המקובלת של התאמות הפסוקים בין תרגום השבעים לנוסח המסורה (lxx.vrs של SIL), טבלת ההבדלים בין מספור נוסח המסורה למספור האנגלי, והשוואה בין התרגום האנגלי של ברנטון לתרגום JPS, המאשרת כל צימוד ומגלה פסוקים שזזו. כשאין פסוק במסורה דומה מספיק, הפסוק היווני עומד בשורה משלו.

נתוני המילים היווניים

אין ניתוח מילה במילה ברישיון פתוח של היוונית של ברנטון, ולכן כל מילה יוונית מותאמת לניתוח השכיח ביותר של אותה צורה בתרגום השבעים של סוויט שברישיון פתוח (המנתח Morpheus), ואחר כך לערך מילוני. כ-95% מהמילים מזוהות. ניתוחים של צורות דו-משמעיות (למשל αὐτοῦ, τοῦ) עלולים להיות שגויים; הכרטיס כותב "ניתוח אוטומטי" כתזכורת.

על הטקסטים

מהי כל עמודה, מאין היא באה, ומה כדאי לזכור בקריאתה.

נוסח המסורה — כתב יד לנינגרד (מהדורת וסטמינסטר)

נוסח המסורה הוא התנ"ך כפי שמסרוהו בעלי המסורה, חכמי סופרים שפעלו בטבריה ובמקומות אחרים בערך מהמאה השביעית עד העשירית, וקבעו את הניקוד, הטעמים וההערות שבשוליים (המסורה) סביב נוסח עיצורי שהיה כבר יציב בעיקרו במאות הראשונה–השנייה לספירה. כתב יד לנינגרד (סנקט פטרבורג, Firkovich I B 19 A), שנכתב בשנת 1008/1009 לפי מסורת בן אשר, הוא כתב היד השלם העתיק ביותר של התנ"ך; כתר ארם צובא, הקדום ממנו במעט, איבד את רוב התורה ב-1947. הוא הבסיס למהדורות המדעיות המקובלות (BHK, BHS, BHQ).

מהדורת וסטמינסטר של כתב יד לנינגרד היא תעתיק דיגיטלי שלו שהוא נחלת הכלל, המתוחזק בידי מרכז ג'יי אלן גרובס בסמינר התאולוגי וסטמינסטר. במהדורה זו כתיב מופיע כמילה נפרדת ללא ניקוד לפני הקרי המנוקד.

JPS 1917 — The Holy Scriptures according to the Masoretic Text

התרגום האנגלי הראשון של המקרא שהוכן בידי ועדה של חוקרים יהודים עבור החברה היהודית להוצאת ספרים באמריקה (JPS), בעריכתו הראשית של מקס מרגוליס, ויצא לאור ב-1917. לשונו הולכת במכוון אחר מקצב תרגום המלך ג'יימס והגרסה המתוקנת, אבל תרגומיו הולכים אחר נוסח המסורה ומסורת הפרשנות היהודית, והוא שומר על חלוקת הפרקים והפסוקים העברית. הוא נחלת הכלל; ממשיכו, ה-New JPS (תנ"ך, 1985), אינו כזה. המהדורה האלקטרונית שבה משתמשים כאן כותבת את שמות הקודש "HaShem" ו-"G-d".

תרגום השבעים — היוונית של ברנטון והתרגום האנגלי המעודכן של ברנטון

תרגום השבעים הוא התרגום היהודי של כתבי הקודש העבריים ליוונית. התורה תורגמה באלכסנדריה במאה השלישית לפני הספירה (איגרת אריסטיאס מספרת את האגדה על 72 המתרגמים בימי תלמי השני); שאר הספרים באו אחריה במהלך מאתיים השנים הבאות. מכיוון שנעשה מכתבי יד עבריים קדומים מנוסח המסורה, הוא משמר לעתים קרובות נוסח עברי שונה: ספר ירמיהו קצר בכשביעית ובסדר שונה (נוסח עברי קצר מסוג זה שרד בקומראן ב-4QJerb,d), ספר איוב קצר בכשישית, ולאסתר ולדניאל יש תוספות ארוכות. זה היה המקרא של פילון, יוספוס וכותבי הברית החדשה, והוא נעשה ל"ברית הישנה" של הכנסייה היוונית — מה שהביא מתרגמים יהודים (עקילס, סימכוס, תאודוטיון) להכין עיבודים קרובים יותר לעברית.

סר לנסלוט ברנטון פרסם תרגום אנגלי ב-1844 ומהדורה יוונית–אנגלית ב-1851. היוונית שלו היא בעיקרה המהדורה הסיקסטינית (הרומית) משנת 1587, ההולכת אחר קודקס ותיקנוס מהמאה הרביעית. היא ישנה ופחות ביקורתית מהמהדורות המודרניות של ראלפס (1935) וגטינגן, שהן מוגנות בזכויות יוצרים. העמודה האנגלית היא ברנטון המעודכן (אדם בויד, 2020), תרגומו של ברנטון בכתיב ובניסוח מודרניים, שהוקדש לנחלת הכלל.

התורה השומרונית †

התורה כפי שנשתמרה בקהילה השומרונית בהר גריזים (שכם), כתובה בכתב השומרוני, צאצא של הכתב העברי הקדום. היא שונה מנוסח המסורה בכ-6,000 מקומות, רובם בכתיב או בדקדוק; בכ-1,900 מהם היא מסכימה עם תרגום השבעים. כמה קריאות הן שומרוניות מובהקות, ובראשן הציווי לבנות מזבח בהר גריזים שנוסף אחרי עשרת הדברות (שמות כ, יז; דברים ה, כא) ו"גריזים" במקום "עיבל" בדברים כז, ד. רבות אחרות — הרחבות מתאימות המעתיקות פסוקים ממקום אחד למקבילו — משותפות לכתבי יד "קדם-שומרוניים" מקומראן כגון 4QpaleoExodm ו-4QNumb, ומראות שסוג נוסח זה קדום מהפילוג השומרוני.

חוקרים באירופה למדו עליה ב-1616, כשפייטרו דלה ואלה הביא כתב יד מדמשק; היא נדפסה בפוליגלוטות של פריז (1645) ולונדון (1657), הושוותה בידי בנג'מין קניקוט (1776–1780) ונערכה מהדורה ביקורתית בידי אוגוסט פון גאל (1914–1918). העברית כאן היא הטקסט הדיגיטלי של אלכסנדר סיגלוב, על פי קניקוט ובבדיקה מול פון גאל; האנגלית היא עיבודו של סיגלוב לתרגום המלך ג'יימס לפי הקריאות השומרוניות. למחקר המודרני ראו את מהדורת אברהם טל של כתב יד שכם 6 ואת ה-editio maior הביקורתית של שטפן שורך.

מגילות מדבר יהודה וכתבי יד אחרים ממדבר יהודה †

בין 1947 ל-1956 נמצאו באחת-עשרה מערות ליד חירבת קומראן שרידיהם של כ-950 כתבי יד. כ-230 מהם מקראיים — כל ספרי התנ"ך מיוצגים מלבד אסתר, מקטעים זעירים ועד מגילת ישעיהו השלמה (1QIsaa) — מבערך 250 לפני הספירה עד 68 לספירה. הם קדומים בכאלף שנה מכתב יד לנינגרד. רובם קרובים לאבי נוסח המסורה ("קדם-מסורתיים"), אך אחרים מסכימים עם תרגום השבעים (4QJerb, ובמקומות 4QSama), עם סוג הנוסח השומרוני, או עם אף אחד מהם — עדות לכך שכמה צורות של הטקסט נפוצו זו לצד זו לפני שנוסח המסורה גבר.

כתבי יד מאתרים אחרים משלימים את התמונה: מצדה (לפני נפילתה ב-73/74 לספירה; נחפרה בידי יגאל ידין, 1963–1965) ומקומות המסתור מימי מרד בר כוכבא בוואדי מורבעאת ובנחל חבר (132–135 לספירה), שהטקסטים המקראיים שלהם כבר כמעט זהים לנוסח המסורה, וכן נחל צאלים, ואדי סדיר ונחל ערוגות. הפרסום הרשמי הוא סדרת Discoveries in the Judaean Desert (אוקספורד, 1955–2010).

התעתיקים כאן הם של מרטין ג' אבג, ג'יימס א' בולי ואדוארד מ' קוק, כפי שהומרו בידי מרכז אאפ טלסטרה למקרא ומחשב (ETCBC). כל כתב יד מסומן בסימנו (למשל 4QIsad), במספרו ב-DJD, במקום הממצא ובטור או בקטע ובשורה. מלבד כתבי היד המקראיים, העותקים של בן סירא, טוביה, חנוך א, היובלים ותהלים קנא מוצגים תחת הספרים האלה. לא כל כתב יד נמצא במאגר — בעיקר חסרות המגילות היווניות (כגון מגילת תרי עשר היוונית מנחל חבר), ומגילת בן סירא ממצדה נוספה בנפרד (ראו בן סירא).

בן סירא

חכמת ישוע בן אלעזר בן סירא, שחוברה בעברית בירושלים בערך ב-190–180 לפני הספירה ותורגמה ליוונית בידי נכדו במצרים אחרי 132 לפני הספירה (הקדמתו מסבירה את הקושי שבתרגום מעברית ליוונית). הספר שייך לתרגום השבעים ולקנון הקתולי והאורתודוקסי (בלטינית Ecclesiasticus), אך לא לקנון היהודי, אף שהתלמוד והמדרש מביאים ממנו. נוסחו העברי אבד למערב עד 1896, כשסולומון שכטר, אגנס לואיס ומרגרט גיבסון זיהו העתקות מימי הביניים בגניזה הקהירית; העתקות עבריות עתיקות נמצאו אחר כך בקומראן ובמצדה.

כשני שלישים מהעברית ידועים כיום, משישה כתבי יד מהגניזה מימי הביניים (A–F, המאות ה-10–12) ומשלושה עתיקים: 2QSir (2Q18; סירא ו 14–15, 20–32), האקרוסטיכון של סירא נא 13–20, 30 במגילת התהלים 11QPsa (טורים 21–22), ומגילת מצדה (Mas1h), שמצא יגאל ידין ב-1964 בחדר בחומת הסוגרים של המצודה ופורסמה ב-1965: שבעה טורים ובהם סירא לט 27–מד 17, שהועתקו בתחילת המאה הראשונה לפני הספירה, מעט יותר ממאה שנה אחרי המחבר. הסכמתה עם כתב יד B מהגניזה הראתה שההעתקות מימי הביניים נובעות מהעברית העתיקה ולא מתרגום חוזר מיוונית או מסורית.

כאן הספר מוצג ביוונית ובאנגלית של ברנטון. העמודה העברית היא מהדורת כהנא, כפי שתועתקה בוויקיטקסט העברי והופצה בידי ספריא (CC BY-SA): טקסט רציף הבנוי על כתבי היד מהגניזה, שבו מילים ב[סוגריים] הן השלמותיו של כהנא; פרקים שלא שרדה מהם עברית ריקים. כהנא ממספר את הפסוקים לפי הסדר העברי — ביוונית שני גושים של פרקים ל–לו מוחלפים — ולכן פסוקיו הותאמו לפסוקי ברנטון לפי התוכן עבור אתר זה, ומספרו שלו מוצג כ"עבר׳" כשהוא שונה. עמודת המגילות מציגה את שלושת העדים העתיקים; נוסח מצדה הוא תעתיקו של אריק ריימונד מ-bensira.org. מיקומם נעשה עבור אתר זה בהתאמת הטקסט; אין נוסח מסורה להשוות אליו, ולכן לא מסומנים שינויי נוסח.

תהלים קנא

ספר התהלים של תרגום השבעים מסתיים במזמור קצר "מחוץ למניין", שבו דוד נזכר כיצד רעה את צאן אביו, במשיחתו ובניצחונו על גלית. הוא שייך למקרא היווני, הסורי והחבשי אך לא לעברי, ונחשב זמן רב כחיבור יווני — עד שמגילת התהלים ממערה 11 בקומראן (11QPsa, שפורסמה בידי ג'יימס סנדרס ב-1965) התגלתה כמכילה מקור עברי ארוך יותר בטור ה-28 שלה, כשני שירים (קנא א על נגינתו של דוד ועל משיחתו, קנא ב, הקטוע, על גלית). היוונית היא תרגום מקוצר שלהם. המזמור מוצג כפרק קנא של תהלים, ושורות המגילה תחת הפסוקים היווניים שהן מקבילות להם.

טוביה

נובלה יהודית מהגולה המזרחית (כנראה המאה השלישית–השנייה לפני הספירה): טוביה החסיד, שהתעוור בנינוה, שולח את בנו טוביה לגבות כסף במדי, ובדרך מדריכו המלאך רפאל במסווה; בדרך נושא טוביה את שרה ומבריח את השד אשמדאי. הספר נמצא בתרגום השבעים ובקנון הקתולי והאורתודוקסי. הוא שרד בשתי צורות יווניות — קצרה (קודקס ותיקנוס ואלכסנדרינוס, שברנטון מדפיס) וארוכה (קודקס סינאיטיקוס) — והעותקים מקומראן, ארבעה בארמית (4Q196–199) ואחד בעברית (4Q200), שפרסם ג'וזף פיצמאייר ב-1995, הולכים אחר הצורה הארוכה, הנחשבת כיום בדרך כלל לקרובה יותר למקור. מיקום הפסוקים שלהם כאן הולך אחר זיהוייו של פיצמאייר.

חנוך א

קובץ של חמישה חיבורים המיוחסים לחנוך, השביעי לאדם, ש"התהלך את האלהים" (בראשית ה, כד): ספר העירים (פרקים 1–36, המאה השלישית לפני הספירה), על המלאכים שירדו אל בנות האדם; המשלים (37–71); הספר האסטרונומי (72–82); ספר החלומות (83–90), ובו "חזון החיות" על תולדות ישראל; ואיגרת חנוך (91–108). הוא מובא באיגרת יהודה (א, 14–15) והוא קנוני בכנסייה האורתודוקסית האתיופית, שנוסחה בגעז הוא הטקסט השלם היחיד; ביוונית שרד כשליש. יוזף מיליק פרסם ב-1976 את הקטעים הארמיים ממערה 4 בקומראן: אחד-עשר עותקים, המכסים כל חלק מלבד המשלים, העתיק שבהם מבערך 200 לפני הספירה. האנגלית היא תרגומו של ר"ה צ'רלס משנת 1917 מהגעז (נחלת הכלל). המגילות האסטרונומיות (4Q208–211) מכילות לוח ארוך בהרבה מזה שבגעז; רק הקטעים המעטים שבהן התואמים לפרקים 76–82 ממוקמים.

היובלים

שכתוב של בראשית ושל שמות א–יד כפי שנגלו למשה בסיני בידי "מלאך הפנים", מתוארך לפי לוח של יובלים בני 49 שנה ושנת שמש בת 364 יום (אמצע המאה השנייה לפני הספירה). כמו חנוך א, הוא קנוני רק בכנסייה האתיופית, שנוסחה בגעז הוא הטקסט השלם היחיד; חלקים שרדו בלטינית, בסורית ובציטוטים ביוונית. בקומראן נמצאו קטעים מכחמישה-עשר עותקים עבריים, יותר מרוב ספרי המקרא, והם פורסמו ב-DJD 13 (ונדרקם ומיליק, 1994) וב-DJD 23. האנגלית היא תרגומו של ר"ה צ'רלס משנת 1917 (נחלת הכלל).

נתוני המילון והקונקורדנציה

המילים העבריות נושאות את הניתוח של Translators Amalgamated Hebrew OT של STEPBible (טינדייל האוס, קיימברידג'): מספרי סטרונג מורחבים — המספור של ג'יימס סטרונג משנת 1890, בחלוקה משנה לפי מילון בראון–דרייבר–בריגס (1906) — עם ניתוח צורני מ-ETCBC ו-BDB מקוצר להגדרות. מילים שומרוניות ומילות המגילות מקבלות את הניתוח של המילה המקבילה בנוסח המסורה, או, כשהן שונות, של אותה צורה כתובה במקום אחר בנוסח המסורה. המילים היווניות מותאמות דרך תרגום השבעים של סוויט והמנתח Morpheus למילון היווני של STEPBible, המבוסס על אבוט-סמית (1922) ועל לידל–סקוט–ג'ונס.

† ברישיון לשימוש לא מסחרי בלבד. קרדיטים ורישיונות מלאים: קרדיטים ורישיונות.