Textorah

1 Maccabées 3

1
Καὶ ἀνέστη Ἰούδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
Then his son Judas, called Maccabeus, rose up in his stead.
2
Καὶ ἐβοήθουν αὐτῷ πάντες οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πάντες ὅσοι ἐκολλήθησαν τῷ πατρὶ αὐτοῦ, καὶ ἐπολέμουν τὸν πόλεμον Ἰσραὴλ μετʼ εὐφροσύνης.
And all his brethren helped him, and so did all they that held with his father, and they fought with cheerfulness the battle of Israel.
3
Καὶ ἐπλάτυνε δόξαν τῷ λαῷ αὐτοῦ, καὶ ἐνεδύσατο θώρακα ὡς γίγας, καὶ συνεζώσατο τὰ σκεύη αὐτοῦ τὰ πολεμικά· καὶ συνεστήσατο πολέμους σκεπάζων παρεμβολὴν ἐν ῥομφαίᾳ.
So he got his people great honor, and put on a breastplate as a giant, and girded his warlike harness about him, and he made battles, protecting the host with his sword.
4
Καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν.
In his acts he was like a lion, and like a lion’s whelp roaring for his prey.
5
Καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν, καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐφλόγισε·
For he pursued the wicked, and sought them out, and burned up those that vexed his people.
6
Καὶ συνεστάλησαν οἱ ἄνομοι ἀπὸ τοῦ φόβου αὐτοῦ, καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχθησαν, καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτοῦ.
Wherefore the wicked shrunk for fear of him, and all the workers of iniquity were troubled, because salvation prospered in his hand.
7
Καὶ ἐπίκρανε βασιλεῖς πολλούς, καὶ εὔφρανε τὸν Ἰακὼβ ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν.
He grieved also many kings, and made Jacob glad with his acts, and his memorial is blessed forever.
8
Καὶ διῆλθεν ἐν πόλεσιν Ἰούδα, καὶ ἐξωλόθρευσεν ἀσεβεῖς ἐξ αὐτῆς, καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ἰσραήλ.
Moreover he went through the cities of Judah, destroying the ungodly out of them, and turning away wrath from Israel:
9
Καὶ ὠνομάσθη ἕως ἐσχάτου τῆς γῆς, καὶ συνήγαγεν ἀπολλυμένους.
so that he was renowned unto the utmost part of the earth, and he received unto him such as were ready to perish.
10
Καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη, καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην, τοῦ πολεμῆσαι πρὸς Ἰσραήλ.
Then Apollonius gathered the Gentiles together, and a great host out of Samaria, to fight against Israel.
11
Καὶ ἔγνω Ἰούδας, καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ, καὶ ἐπάταξεν αὐτὸν, καὶ ἀπέκτεινεν αὐτόν· καὶ ἔπεσον τραυματίαι πολλοὶ, καὶ οἱ ἐπίλοιποι ἔφυγον.
Which thing when Judas perceived, he went forth to meet him, and so he smote him, and slew him: many also fell down slain, but the rest fled.
12
Καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν, καὶ τὴν μάχαιραν Ἀπολλωνίου ἔλαβεν Ἰούδας, καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας.
Wherefore Judas took their spoils, and Apollonius’ sword also, and therewith he fought all his life long.
13
Καὶ ἤκουσε Σήρων, ὁ ἄρχων τῆς δυνάμεως Συρίας, ὅτι ἤθροισεν Ἰούδας ἄθροισμα, καὶ ἐκκλησίαν πιστῶν μετʼ αὐτοῦ ἐκπορευομένων εἰς πόλεμον·
Now when Seron, a prince of the army of Syria, heard say that Judas had gathered unto him a multitude and company of the faithful to go out with him to war;
14
Καὶ εἶπε, ποιήσω ἐμαυτῷ ὄνομα καὶ δοξασθήσομαι ἐν τῇ βασιλείᾳ, καὶ πολεμήσω τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ, τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως.
he said, I will get me a name and honor in the kingdom; for I will go fight with Judas and them that are with him, who despise the king’s commandment.
15
Καὶ προσέθετο τοῦ ἀναβῆναι· καὶ ἀνέβη μετʼ αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ, καὶ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ἰσραήλ.
So he made him ready to go up, and there went with him a mighty host of the ungodly to help him, and to be avenged of the children of Israel.
16
Καὶ ἤγγισαν ἕως ἀναβάσεως Βαιθωρών· καὶ ἐξῆλθεν Ἰούδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός.
And when he came near to the going up of Beth-horon, Judas went forth to meet him with a small company:
17
Ὡς δὲ ἴδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτοῖς, εἶπον τῷ Ἰούδα, πῶς δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτον ἰσχυρόν; καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον.
who, when they saw the host coming to meet them, said unto Judas, How shall we be able, being so few, to fight against so great a multitude [and] so strong, seeing we are ready to faint with fasting all this day?
18
Καὶ εἶπεν Ἰούδας, εὔκοπόν ἐστι συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων· καὶ οὐκ ἔστι διαφορὰ ἐναντίον τοῦ Θεοῦ τοῦ οὐρανοῦ σώζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.
Unto whom Judas answered, It is no hard matter for many to be shut up in the hands of a few; and with [the God of] heaven it is all one, to deliver with a great multitude, or a small company;
19
Ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστὶν, ἀλλʼ ἢ ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς.
for the victory of battle standeth not in the multitude of a host; but strength cometh from heaven.
20
Αὐτοὶ ἔρχονται πρὸς ἡμᾶς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας, τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν, καὶ τὰ τέκνα ἡμῶν, τοῦ σκυλεῦσαι ἡμᾶς.
They come against us in much pride and iniquity to destroy us, and our wives and children, and to spoil us:
21
Ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν.
but we fight for our lives and our laws.
22
Καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν· ὑμεῖς δὲ μὴ φοβηθῆτε ἀπʼ αὐτῶν.
Wherefore the Lord himself will overthrow them before our face: and as for you, be ye not afraid of them.
23
Ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο εἰς αὐτοὺς ἄφνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ.
Now as soon as he had left off speaking, he leaped suddenly upon them, and so Seron and his host were overthrown before him.
24
Καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιθωρῶν ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπʼ αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους· οἱ δὲ λοιποὶ ἔφυγον εἰς γῆν Φυλιστιείμ.
And they pursued them from the going down of Beth-horon unto the plain, where were slain about eight hundred men of them; and the residue fled into the land of the Philistines.
25
Καὶ ἤρξατο ὁ φόβος Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἡ πτόησις ἐπιπίπτειν ἐπὶ τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν.
Then began the fear of Judas and his brethren, and exceeding great dread, to fall upon the nations round about them:
26
Καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ, καὶ ὑπὲρ τῶν παρατάξεων Ἰούδα ἐξηγεῖτο πᾶν ἔθνος.
insomuch as his fame came unto the king, and all nations talked of the battles of Judas.
27
Ὡς δὲ ἤκουσεν Ἀντίοχος ὁ βασιλεὺς τοὺς λόγους τούτους, ὠργίσθη θυμῷ· καὶ ἀπέστειλε καὶ συνήγαγε τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ, παρεμβολὴν ἰσχυρὰν σφόδρα.
Now when King Antiochus heard these things, he was full of indignation: wherefore he sent and gathered together all the forces of his realm, [even] a very strong army.
28
Καὶ ἤνοιξε τὸ γαζοφυλάκιον αὐτοῦ, καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν αὐτοῦ εἰς ἐνιαυτόν· καὶ ἐνετείλατο εἶναι αὐτοὺς ἑτοίμους εἰς πᾶσαν χρείαν.
He opened also his treasure, and gave his soldiers pay for a year, commanding them to be ready whensoever he should need them.
29
Καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ἀργύριον ἀπὸ τῶν θησαυρῶν, καὶ οἱ φορολόγοι τῆς χώρας ὀλίγοι, χάριν τῆς διχοστασίας καὶ πληγῆς ἧς κατεσκεύασεν ἐν τῇ γῇ, τοῦ ἆραι τὰ νόμιμα ἃ ἦσαν ἀφʼ ἡμερῶν τῶν πρώτων.
Nevertheless, when he saw that the money of his treasures failed, and that the tributes in the country were small, because of the dissension and plague, which he had brought upon the land in taking away the laws which had been of old time;
30
Καὶ εὐλαβήθη μὴ οὐκ ἔχῃ ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα ἃ ἐδίδου ἔμπροσθεν δαψιλεῖ χειρὶ, καὶ ἐπερίσσευσεν ὑπέρ τοὺς βασιλεῖς τοὺς ἔμπροσθεν.
he feared that he should not be able to bear the charges any longer, nor to have such gifts to give so liberally as he did before: for he had abounded above the kings that were before him.
31
Καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σφόδρα, καὶ ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα, καὶ λαβεῖν τοὺς φόρους τῶν χωρῶν, καὶ συναγαγεῖν ἀργύριον πολύ.
Wherefore, being greatly perplexed in his mind, he determined to go into Persia, there to take the tributes of the countries, and to gather much money.
32
Καὶ κατέλιπε Λυσίαν ἄνθρωπον ἔνδοξον καὶ ἀπὸ γένους τῆς βασιλείας, ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως τῶν ὁρίων Αἰγύπτου,
So he left Lysias, a nobleman, and one of the blood royal, to oversee the affairs of the king from the river Euphrates unto the borders of Egypt:
33
καὶ τρέφειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν.
and to bring up his son Antiochus, until he came again.
34
Καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέφαντας· καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων ὧν ἐβούλετο, καὶ περὶ τῶν κατοικούντων τὴν Ἰουδαίαν καὶ Ἱερουσαλὴμ,
Moreover he delivered unto him the half of his forces, and the elephants, and gave him charge of all things that he would have done, as also concerning them that dwelt in Judah and Jerusalem;
35
ἀποστεῖλαι ἐπʼ αὐτοὺς δύναμιν, τοῦ ἐκτρίψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ἰσραὴλ, καὶ τὸ κατάλειμμα Ἱερουσαλὴμ, καὶ ἆραι τὸ μνημόσυνον αὐτῶν ἀπὸ τοῦ τόπου,
[to wit], that he should send an army against them, to destroy and root out the strength of Israel, and the remnant of Jerusalem, and to take away their memorial from that place;
36
καὶ κατοικῆσαι υἱοὺς ἀλλογενεῖς ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν, καὶ κατακληροδοτῆσαι τὴν γῆν αὐτῶν.
and that he should place strangers in all their quarters, and divide their land by lot.
37
Καὶ ὁ βασιλεὺς παρέλαβε τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας, καὶ ἀπῇρεν ἀπὸ Ἀντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ, ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ· καὶ διεπέρασε τὸν Εὐφράτην ποταμὸν, καὶ διεπορεύετο τὰς ἐπάνω χώρας.
So the king took the half of the forces that remained, and departed from Antioch, his royal city, the hundred forty and seventh year; and he passed the river Euphrates, and went through the high countries.
38
Καὶ ἐπέλεξε Λυσίας Πτολεμαῖον τὸν Δορυμένους, καὶ Νικάνορα, καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν φίλων τοῦ βασιλέως.
Then Lysias chose Ptolemy the [son] of Dorymenes, and Nicanor, and Gorgias, mighty men of the king’s friends:
39
Καὶ ἀπέστειλε μετʼ αὐτῶν τεσσαράκοντα χιλιάδας ἀνδρῶν καὶ ἑπτακισχιλίαν ἵππον, τοῦ ἐλθεῖν εἰς γῆν Ἰούδα, καὶ καταφθεῖραι αὐτὴν, κατὰ τὸν λόγον τοῦ βασιλέως.
and with them he sent forty thousand footmen, and seven thousand horsemen, to go into the land of Judah, and to destroy it, as the king commanded.
40
Καὶ ἀπῇραν σὺν πάσῃ τῇ δυνάμει αὐτῶν, καὶ ἦλθον, καὶ παρενέβαλον πλησίον Ἐμμαοὺμ ἐν τῇ γῇ τῇ πεδινῇ.
So they went forth with all their power, and came and pitched by Emmaus in the plain country.
41
Καὶ ἤκουσαν οἱ ἔμποροι τῆς χώρας τὸ ὄνομα αὐτῶν, καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σφόδρα καὶ παῖδας, καὶ ἦλθον εἰς τὴν παρεμβολὴν τοῦ λαβεῖν τοὺς υἱοὺς Ἰσραὴλ εἰς παῖδας· καὶ προσετέθησαν πρὸς αὐτοὺς δύναμις Συρίας καὶ γῆς ἀλλοφύλων.
And the merchants of the country, hearing the fame of them, took silver and gold very much, with servants, and came into the camp to buy the children of Israel for slaves: a power also of Syria and of the land of the Philistines joined themselves unto them.
42
Καὶ εἶδεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι ἐπληθύνθη τὰ κακὰ, καὶ αἱ δυνάμεις παρεμβάλλουσιν ἐν τοῖς ὁρίοις αὐτῶν· καὶ ἐπέγνωσαν τοὺς λόγους τοῦ βασιλέως οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν·
Now when Judas and his brethren saw that miseries were multiplied, and that the forces did encamp themselves in their borders; for they knew how the king had given commandment to destroy the people, and utterly abolish them;
43
καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ἀναστήσωμεν τὴν καθαίρεσιν τοῦ λαοῦ ἡμῶν, καὶ πολεμήσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων.
they said one to another, Let us restore the decayed estate of our people, and let us fight for our people and the sanctuary.
44
Καὶ συνηθροίσθη ἡ συναγωγὴ τοῦ εἶναι ἑτοίμους εἰς πόλεμον, καὶ τοῦ προσεύξασθαι, καὶ αἰτῆσαι ἔλεον καὶ οἰκτιρμούς.
Then the congregation gathered together, that they might be ready for battle, and that they might pray, and ask mercy and compassion.
45
Καὶ Ἱερουσαλὴμ ἦν ἀοίκητος ὡς ἔρημος, οὐκ ἦν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τῶν γεννημάτων αὐτῆς· καὶ τὸ ἁγίασμα καταπατούμενον, καὶ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄκρᾳ, κατάλυμα τοῖς ἔθνεσι· καὶ ἐξῄρθη τέρψις ἐξ Ἰακὼβ, καὶ ἐξέλιπεν αὐλὸς καὶ κινύρα.
Now Jerusalem was laid void as a wilderness, there was none of her children that went in or out: the sanctuary also was trodden down, and aliens kept the stronghold; the heathen had their habitation in that place; and joy was taken from Jacob, and the pipe with the harp ceased.
46
Καὶ συνήχθησαν, καὶ ἤλθοσαν εἰς Μασσηφὰ κατέναντι Ἱερουσαλὴμ, ὅτι τόπος προσευχῆς εἰς Μασσηφὰ τὸ πρότερον τῷ Ἰσραήλ.
Wherefore the Israelites assembled themselves together, and came to Mizpah, over against Jerusalem; for in Mizpah was the place where they prayed aforetime in Israel.
47
Καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ περιεβάλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν.
Then they fasted that day, and put on sackcloth, and cast ashes upon their heads, and rent their clothes,
48
Καὶ ἐξεπέτασαν τὸ βιβλίον τοῦ νόμου, περὶ ὧν ἐξηρεύνων τὰ ἔθνη τὰ ὁμοιώματα τῶν εἰδώλων αὐτῶν.
and laid open the book of the law, wherein the heathen had sought to paint the likeness of their images.
49
Καὶ ἤνεγκαν τὰ ἱμάτια τῆς ἱερωσύνης, καὶ τὰ πρωτογεννήματα, καὶ τὰς δεκάτας· καὶ ἤγειραν τοὺς Ναζαραίους, οἳ ἐπλήρωσαν τὰς ἡμέρας.
They brought also the priest’s garments, and the firstfruits, and the tithes: and the Nazirites they stirred up, who had accomplished their days.
50
Καὶ ἐβόησαν φωνῇ εἰς τὸν οὐρανὸν, λέγοντες, τί ποιήσωμεν τούτοις, καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν;
Then cried they with a loud voice toward heaven, saying, What shall we do with these, and whither shall we carry them away?
51
Καὶ τὰ ἅγιά σου καταπεπάτηται, καὶ βεβήλωται· καὶ οἱ ἱερεῖς σου ἐν πένθει καὶ ταπεινώσει.
For thy sanctuary is trodden down and profaned, and thy priests are in heaviness, and brought low.
52
Καὶ ἰδοὺ τὰ ἔθνη συνῆκται ἐφʼ ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς· σὺ οἶδας ἃ λογίζονται ἐφʼ ἡμᾶς.
And, lo, the heathen are assembled together against us to destroy us: what things they imagine against us, thou knowest.
53
Πῶς δυνησόμεθα ὑποστῆναι κατὰ πρόσωπον αὐτῶν, ἐὰν μὴ σὺ βοηθήσῃς ἡμῖν;
How shall we be able to stand against them, except thou, [O God], be our help?
54
Καὶ ἐσάλπισαν ταῖς σάλπιγξι, καὶ ἐβόησαν φωνῇ μεγάλῃ.
Then sounded they with trumpets, and cried with a loud voice.
55
Καὶ μετὰ τοῦτο κατέστησεν Ἰούδας ἡγουμένους τοῦ λαοῦ, χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους.
And after this Judas ordained captains over the people, [even] captains over thousands, and over hundreds, and over fifties, and over tens.
56
Καὶ εἶπον τοῖς οἰκοδομοῦσιν οἰκίας, καὶ μνηστευομένους γυναῖκας, καὶ φυτεύουσιν ἀμπελῶνας, καὶ δειλοῖς, ἀποστρέφειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ, κατὰ τὸν νόμον.
But as for such as were building houses, or had betrothed wives, or were planting vineyards, or were fearful, those he commanded that they should return, every man to his own house, according to the law.
57
Καὶ ἀπῇρεν ἡ παρεμβολὴ, καὶ παρενέβαλε κατὰ Νότον Ἐμμαούμ.
So the camp removed, and pitched upon the south side of Emmaus.
58
Καὶ εἶπεν Ἰούδας, περιζώσασθε, καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς, καὶ γίνεσθε ἕτοιμοι εἰς τοπρωῒ τοῦ πολεμῆσαι ἐν τοῖς ἔθνεσι τούτοις, τοῖς ἐπισυνηγμένοις ἐφʼ ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν.
And Judas said, Arm yourselves, and be valiant men, and see that ye be in readiness against the morning, that ye may fight with these nations, that are assembled together against us to destroy us and our sanctuary:
59
Ὅτι κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν τῷ πολέμῳ, ἢ ἐπιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔθνους ἡμῶν καὶ τῶν ἁγίων·
for it is better for us to die in battle, than to behold the calamities of our people and our sanctuary.
60
Ὡς δʼ ἂν ᾖ θέλημα ἐν οὐρανῷ, οὕτω ποιήσει.
Nevertheless, as the will [of God] is in heaven, so let him do.

Mode d'emploi

Un lecteur parallèle de la Bible hébraïque et de ses plus anciens témoins : le texte massorétique, le Pentateuque samaritain, les manuscrits de la mer Morte et la Septante, chacun avec une traduction anglaise lorsqu'il en existe une.

Lire un chapitre

Choisissez un livre et un chapitre en haut, ou tapez une référence dans Aller à (Isaïe 53:11, 1 Samuel 3, ainsi que les abréviations anglaises : Isa 53:11, 1 Sam 3, ii kgs 2, ben sira 51). Les noms de livres peuvent être abrégés ; un nom commun à plusieurs livres numérotés (sam, kings, chr, macc) ouvre le premier, sauf si vous ajoutez le numéro. Les flèches du clavier passent d'un chapitre à l'autre, et la barre d'adresse garde un lien vers le verset cliqué : vous pouvez donc mettre un passage en favori ou le partager.

Chaque ligne est un verset. Les lignes suivent la numérotation massorétique des versets, si bien que les colonnes de l'hébreu, de la JPS et du samaritain se correspondent exactement. La Septante est numérotée autrement en bien des endroits (Psaumes, Jérémie, Exode 35–40, parties des Rois, Proverbes, Daniel et des dizaines de limites de chapitres). Ses versets sont placés en regard de leurs équivalents massorétiques, et une petite étiquette comme 50:3 indique le numéro propre de la Septante quand il diffère. Les versets grecs sans équivalent massorétique (par exemple la Prière d'Azarias en Daniel 3) apparaissent dans l'ordre de lecture comme lignes à part, marquées LXX.

Colonnes

Les puces en haut affichent ou masquent les colonnes. Faites glisser une puce (ou un en-tête de colonne) pour réordonner ; quand une puce est sélectionnée, les touches ← → la déplacent. Votre choix est mémorisé. Les colonnes samaritaines n'apparaissent que de la Genèse au Deutéronome ; la colonne des rouleaux apparaît partout où un manuscrit subsiste, y compris pour Ben Sira. Les colonnes marquées † sont sous licence d'usage non commercial uniquement.

Mots : lexique et concordance

Survolez n'importe quel mot hébreu (massorétique, samaritain ou des rouleaux) ou grec pour voir sa forme de dictionnaire, son numéro Strong, une brève glose et sa grammaire. Cliquez sur le mot pour ouvrir la concordance à droite : l'entrée complète du lexique, puis toutes les occurrences, regroupées par livre — pour l'hébreu, séparément pour le texte massorétique, le Pentateuque samaritain et les rouleaux (avec le nom du manuscrit). Cliquez sur une référence pour y aller ; toutes les formes du mot dans le chapitre sont surlignées. Vous pouvez aussi taper un mot ou un numéro Strong dans Lexique, en haut.

Dans le texte massorétique, un ketiv (la forme écrite, non vocalisée) apparaît en gris juste avant son qeré (la forme lue à voix haute) ; tous deux portent l'entrée de dictionnaire du qeré.

Variantes

Le Pentateuque samaritain et chaque rouleau sont comparés mot à mot au texte massorétique du même verset :

Dans les rouleaux, les lettres entre crochets sont une restitution d'éditeur moderne et ne comptent jamais comme variantes ; les lettres surmontées d'un point sont incertaines ; ◦ est la trace d'une lettre illisible. Les manuscrits écrits en écriture paléo-hébraïque, et les noms divins que les rouleaux en écriture carrée écrivent en paléo-hébreu, sont affichés en lettres paléo-hébraïques (réglable dans Affichage). Survolez un manuscrit pour voir son édition. Affichage → Manuscrits de la mer Morte peut masquer les manuscrits qui concordent avec le texte massorétique, ou retirer les restitutions pour ne montrer que ce qui subsiste.

La comparaison est automatique. Elle aligne les mots par leur orthographe : une transposition ou un long passage réécrit peut donc être marqué imparfaitement, et la règle orthographique ne distingue pas un suffixe d'une mater lectionis. Considérez les couleurs comme une aide au repérage et vérifiez dans une édition critique avant de bâtir un argument sur une leçon.

Livres hors de la Bible hébraïque

Outre les livres propres à la Septante, la liste des livres comprend 1 Hénoch et les Jubilés (« Autres livres anciens »), dans l'anglais de R. H. Charles avec les copies de Qumrân en regard, et les Psaumes ont un chapitre 151. Leurs copies dans les rouleaux — comme celles de Tobit et de Ben Sira — n'ont pas de numéros de verset dans les données : chaque fragment est placé selon son identification publiée et ses lignes sont réparties sur ces versets, si bien que les limites exactes des versets sont approximatives. Les copies araméennes (Tobit 4Q196–199 et tout Hénoch) sont marquées « Araméen » et n'ont pas de recherche de mots.

Citations rabbiniques

Le petit ❝ sous un numéro de verset ouvre les passages de la littérature rabbinique qui citent ce verset — Michna, Tossefta, les deux Talmuds, Midrash, Targoum et Kabbale (et, si vous cochez la case, halakha, liturgie et pensée plus tardives) — récupérés en direct depuis Sefaria ; une connexion internet est donc nécessaire. Chaque passage est donné avec la date que Sefaria attribue à l'œuvre et un lien pour le lire là-bas. Les liens de Sefaria comprennent des allusions et des commentaires autant que des citations ; ceux que Sefaria classe comme citations sont marqués. Cela fonctionne pour la Bible hébraïque, Ben Sira (selon la numérotation de Kahana, p. ex. les citations talmudiques de Ben Sira), Tobit et les Jubilés. Pour 1 Hénoch, que les rabbins ne citent pas, ce sont plutôt les passages du Zohar sur un « Livre d'Hénoch » qui sont listés.

Comment la Septante est alignée

Chaque verset grec est placé en combinant trois éléments : la table standard des correspondances de versets entre Septante et texte massorétique (lxx.vrs de SIL), la table des différences entre la numérotation massorétique et anglaise, et une comparaison de l'anglais de la Septante de Brenton avec l'anglais de la JPS, qui confirme chaque appariement et repère les versets déplacés. Lorsqu'aucun verset massorétique n'est assez proche, le verset grec occupe sa propre ligne.

Les données des mots grecs

Il n'existe pas d'analyse mot à mot sous licence libre du grec de Brenton : chaque mot grec est donc apparié à l'analyse la plus fréquente de la même forme dans la Septante de Swete, sous licence libre (analyseur Morpheus), puis à une entrée de lexique. Environ 95 % des mots sont identifiés. Les analyses de formes ambiguës (p. ex. αὐτοῦ, τοῦ) peuvent être erronées ; la fiche indique « analyse automatique » pour le rappeler.

À propos des textes

Ce qu'est chaque colonne, d'où elle vient, et ce qu'il faut garder à l'esprit en la lisant.

Texte massorétique — Codex de Leningrad (éd. Westminster)

Le texte massorétique est la Bible hébraïque telle que l'ont transmise les massorètes, savants scribes actifs à Tibériade et ailleurs environ du VIIe au Xe siècle, qui fixèrent ses voyelles, ses accents et ses notes marginales (la Massora) autour d'un texte consonantique déjà pour l'essentiel stable aux Ier–IIe siècles de notre ère. Le Codex de Leningrad (Saint-Pétersbourg, Firkovich I B 19 A), copié en 1008/1009 dans la tradition de Ben Asher, est le plus ancien manuscrit complet de la Bible hébraïque ; le Codex d'Alep, un peu plus ancien, a perdu la plus grande partie de la Torah en 1947. Il est la base des éditions critiques de référence (BHK, BHS, BHQ).

Le Westminster Leningrad Codex en est la transcription numérique du domaine public, entretenue par le J. Alan Groves Center du Westminster Theological Seminary. Dans cette édition, un ketiv apparaît comme un mot non vocalisé distinct avant le qeré vocalisé.

JPS 1917 — The Holy Scriptures according to the Masoretic Text

La première traduction anglaise de la Bible préparée par un comité de savants juifs pour la Jewish Publication Society of America, sous la direction de Max L. Margolis, publiée en 1917. Sa langue suit volontairement la cadence de la King James et de la Revised Version, mais ses choix de traduction suivent le texte massorétique et la tradition exégétique juive, et elle conserve la numérotation hébraïque des chapitres et versets. Elle est dans le domaine public ; sa successeure, la New JPS (Tanakh, 1985), ne l'est pas. L'édition électronique utilisée ici écrit les noms divins « HaShem » et « G-d ».

Septante — le texte grec de Brenton et l'anglais de Brenton mis à jour

La Septante est la traduction juive des Écritures hébraïques en grec. La Torah fut traduite à Alexandrie au IIIe siècle av. J.-C. (la Lettre d'Aristée raconte la légende des 72 traducteurs sous Ptolémée II) ; les autres livres suivirent au cours des deux siècles suivants. Faite à partir de manuscrits hébreux plus anciens que le texte massorétique, elle conserve souvent un texte hébreu différent : Jérémie est plus court d'environ un septième et autrement ordonné (un texte hébreu court de ce type subsiste à Qumrân dans 4QJerb,d), Job est plus court d'environ un sixième, et Esther et Daniel ont de longues additions. Ce fut la Bible de Philon, de Josèphe et des auteurs du Nouveau Testament, et elle devint l'Ancien Testament de l'Église grecque, ce qui poussa des traducteurs juifs (Aquila, Symmaque, Théodotion) à produire des révisions plus proches de l'hébreu.

Sir Lancelot C. L. Brenton publia une traduction anglaise en 1844 et une édition gréco-anglaise en 1851. Son grec est pour l'essentiel l'édition sixtine (romaine) de 1587, qui suit le Codex Vaticanus du IVe siècle. Elle est plus ancienne et moins critique que les éditions modernes de Rahlfs (1935) et de Göttingen, qui sont protégées. La colonne anglaise est le Brenton mis à jour (Adam Boyd, 2020), la traduction de Brenton à l'orthographe et à la formulation modernisées, versée au domaine public.

Pentateuque samaritain †

La Torah telle que l'a conservée la communauté samaritaine du mont Garizim (Naplouse), écrite en écriture samaritaine, descendante de l'alphabet paléo-hébreu. Elle diffère du texte massorétique en quelque 6 000 endroits, pour la plupart d'orthographe ou de grammaire ; en environ 1 900 d'entre eux, elle s'accorde avec la Septante. Certaines leçons sont proprement samaritaines, surtout le commandement de bâtir un autel sur le mont Garizim, ajouté après les Dix Paroles (Ex 20,17 ; Dt 5,21), et « Garizim » au lieu d'« Ébal » en Dt 27,4. Beaucoup d'autres — des expansions harmonisantes qui recopient un passage dans son parallèle — sont partagées par des manuscrits « pré-samaritains » de Qumrân comme 4QpaleoExodm et 4QNumb, ce qui montre que ce type de texte est antérieur au schisme samaritain.

Les savants européens en eurent connaissance en 1616, quand Pietro della Valle rapporta un manuscrit de Damas ; il fut imprimé dans les Polyglottes de Paris (1645) et de Londres (1657), collationné par Benjamin Kennicott (1776–1780) et édité de façon critique par August von Gall (1914–1918). L'hébreu est ici le texte numérique d'Aleksandr Sigalov, fondé sur Kennicott et vérifié sur von Gall ; l'anglais est l'adaptation par Sigalov de la King James aux leçons samaritaines. Pour la recherche moderne, voir l'édition d'Abraham Tal du manuscrit Sichem 6 et l'editio maior critique de Stefan Schorch.

Manuscrits de la mer Morte et autres manuscrits du désert de Judée †

Entre 1947 et 1956, les restes d'environ 950 manuscrits furent découverts dans onze grottes près de Khirbet Qumrân. Quelque 230 sont bibliques — tous les livres de la Bible hébraïque sauf Esther sont représentés, de minuscules fragments jusqu'au Grand Rouleau d'Isaïe complet (1QIsaa) — et datent d'environ 250 av. J.-C. à 68 apr. J.-C. Ils sont mille ans plus anciens que le Codex de Leningrad. La plupart sont proches de l'ancêtre du texte massorétique (« proto-massorétiques »), mais d'autres s'accordent avec la Septante (4QJerb, 4QSama par endroits), avec le type de texte samaritain, ou avec aucun des deux — preuve que plusieurs formes du texte circulaient côte à côte avant que le texte massorétique ne s'impose.

Des manuscrits d'autres sites complètent le tableau : Massada (avant sa chute en 73/74 apr. J.-C. ; fouillée par Yigael Yadin, 1963–1965) et les refuges de la révolte de Bar Kokhba au Wadi Murabba'at et au Nahal Hever (132–135 apr. J.-C.), dont les textes bibliques sont déjà pratiquement identiques au texte massorétique, ainsi que le Nahal Se'elim, le Wadi Sdeir et le Nahal Arugot. La publication officielle est la série Discoveries in the Judaean Desert (Oxford, 1955–2010).

Les transcriptions sont celles de Martin G. Abegg Jr., James E. Bowley et Edward M. Cook, converties par l'Eep Talstra Centre for Bible and Computer (ETCBC). Chaque manuscrit est désigné par son sigle (p. ex. 4QIsad), son numéro DJD, son lieu de découverte et la colonne ou le fragment et la ligne. Outre les manuscrits bibliques, les copies de Ben Sira, Tobit, 1 Hénoch, des Jubilés et du Psaume 151 apparaissent sous ces livres. Tous les manuscrits ne figurent pas dans les données — il manque notamment les rouleaux grecs (comme les Petits Prophètes grecs du Nahal Hever), et le rouleau de Ben Sira de Massada est ajouté à part (voir Ben Sira).

Ben Sira

La Sagesse de Yeshoua ben Éléazar ben Sira, composée en hébreu à Jérusalem vers 190–180 av. J.-C. et traduite en grec par son petit-fils en Égypte après 132 av. J.-C. (son prologue explique la difficulté de rendre l'hébreu en grec). Elle appartient à la Septante et aux canons catholique et orthodoxe (en latin Ecclesiasticus), mais non au canon juif, bien que le Talmud et le midrash la citent. Son texte hébreu fut perdu pour l'Occident jusqu'en 1896, quand Solomon Schechter, Agnes Lewis et Margaret Gibson identifièrent des copies médiévales dans la Gueniza du Caire ; des copies hébraïques antiques apparurent ensuite à Qumrân et à Massada.

Environ les deux tiers de l'hébreu sont aujourd'hui connus, grâce à six manuscrits médiévaux de la Gueniza (A–F, Xe–XIIe siècles) et trois antiques : 2QSir (2Q18 ; Si 6,14–15, 20–32), l'acrostiche de Si 51,13–20, 30 dans le Rouleau des Psaumes 11QPsa (colonnes 21–22), et le rouleau de Massada (Mas1h), trouvé par Yigael Yadin en 1964 dans une salle de la muraille à casemates de la forteresse et publié en 1965 : sept colonnes contenant Si 39,27–44,17, copiées au début du Ier siècle av. J.-C., guère plus d'un siècle après l'auteur. Son accord avec le manuscrit B de la Gueniza a montré que les copies médiévales descendent de l'hébreu antique et non d'une retraduction du grec ou du syriaque.

Ici, le livre est présenté dans le grec et l'anglais de Brenton. La colonne hébraïque est l'édition de Kahana, transcrite sur la Wikisource hébraïque et diffusée par Sefaria (CC BY-SA) : un texte continu fondé sur les manuscrits de la Gueniza, où les mots entre [crochets] sont les restitutions de Kahana ; les chapitres sans hébreu conservé sont vides. Kahana numérote les versets selon l'ordre hébreu — dans le grec, deux blocs des chapitres 30–36 sont intervertis — si bien que ses versets ont été appariés à ceux de Brenton d'après le contenu pour ce site, son propre numéro apparaissant comme « Héb. » quand il diffère. La colonne des rouleaux contient les trois témoins antiques ; le texte de Massada est la transcription d'Eric Reymond sur bensira.org. Leur placement a été fait pour ce site par comparaison du texte ; il n'y a pas de texte massorétique auquel les comparer, donc aucune variante n'est marquée.

Psaume 151

Le Psautier de la Septante se termine par un court psaume « hors nombre », où David se souvient de la garde des brebis de son père, de son onction et de sa victoire sur Goliath. Il appartient aux Bibles grecque, syriaque et éthiopienne mais non à l'hébraïque, et on l'a longtemps cru composé en grec — jusqu'à ce que le Rouleau des Psaumes de la grotte 11 de Qumrân (11QPsa, publié par James Sanders en 1965) se révèle contenir dans sa 28e colonne un original hébreu plus long, en deux poèmes (151A sur la musique et l'onction de David, 151B, interrompu, sur Goliath). Le grec en est une traduction abrégée. Le psaume est présenté comme chapitre 151 des Psaumes, avec les lignes du rouleau sous les versets grecs qui leur correspondent.

Tobit

Une nouvelle juive de la diaspora orientale (probablement IIIe–IIe siècle av. J.-C.) : le pieux exilé Tobit, devenu aveugle à Ninive, envoie son fils Tobie récupérer de l'argent en Médie, guidé par l'ange Raphaël déguisé ; en chemin, Tobie épouse Sara et chasse le démon Asmodée. Le livre est dans la Septante et dans les canons catholique et orthodoxe. Il subsiste sous deux formes grecques — une courte (Codex Vaticanus et Alexandrinus, imprimée par Brenton) et une longue (Codex Sinaiticus) — et les copies de Qumrân, quatre en araméen (4Q196–199) et une en hébreu (4Q200), publiées par Joseph Fitzmyer en 1995, se rangent du côté de la forme longue, aujourd'hui généralement tenue pour plus proche de l'original. Leur placement par versets suit ici les identifications de Fitzmyer.

1 Hénoch

Un recueil de cinq œuvres attribuées à Hénoch, le septième depuis Adam, qui « marcha avec Dieu » (Gn 5,24) : le Livre des Veilleurs (ch. 1–36, IIIe siècle av. J.-C.), sur les anges descendus vers les filles des hommes ; les Paraboles (37–71) ; le Livre astronomique (72–82) ; les Songes (83–90), avec l'« Apocalypse des animaux » sur l'histoire d'Israël ; et l'Épître d'Hénoch (91–108). Il est cité dans l'Épître de Jude (1,14–15) et canonique dans l'Église orthodoxe éthiopienne, dont la version en guèze est le seul texte complet ; le grec en conserve environ un tiers. Józef Milik publia en 1976 les fragments araméens de la grotte 4 de Qumrân : onze copies, couvrant toutes les parties sauf les Paraboles, la plus ancienne vers 200 av. J.-C. L'anglais est la traduction de R. H. Charles de 1917 depuis l'éthiopien (domaine public). Les rouleaux astronomiques (4Q208–211) contiennent un calendrier bien plus long que l'éthiopien ; seuls leurs rares passages correspondant aux chapitres 76–82 sont placés.

Jubilés

Une réécriture de la Genèse et d'Exode 1–14 révélée à Moïse au Sinaï par un « ange de la face », datée selon un calendrier de jubilés de 49 ans et une année solaire de 364 jours (milieu du IIe siècle av. J.-C.). Comme 1 Hénoch, il n'est canonique que dans l'Église éthiopienne, dont la version en guèze est le seul texte complet ; des parties subsistent en latin, en syriaque et dans des citations grecques. Des fragments d'une quinzaine de copies hébraïques ont été trouvés à Qumrân, plus que pour la plupart des livres bibliques, et publiés dans DJD 13 (VanderKam et Milik, 1994) et DJD 23. L'anglais est la traduction de R. H. Charles de 1917 (domaine public).

Données du lexique et de la concordance

Les mots hébreux portent l'analyse du Translators Amalgamated Hebrew OT de STEPBible (Tyndale House, Cambridge) : des numéros Strong étendus — la numérotation de James Strong de 1890, subdivisée selon le lexique de Brown–Driver–Briggs (1906) — avec une morphologie de l'ETCBC et un BDB abrégé pour les définitions. Les mots samaritains et ceux des rouleaux reprennent l'analyse du mot massorétique correspondant ou, s'ils diffèrent, celle de la même forme écrite ailleurs dans le texte massorétique. Les mots grecs sont appariés, via la Septante de Swete et l'analyseur Morpheus, au lexique grec de STEPBible, fondé sur Abbott-Smith (1922) et Liddell–Scott–Jones.

† Sous licence d'usage non commercial uniquement. Crédits et licences complets : Crédits et licences.