Textorah

1 Macabeos 5

1
Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον, καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τοπρότερον, καὶ ὠργίσθησαν σφόδρα.
Now when the nations round about heard that the altar was built, and the sanctuary renewed as before, it displeased them very much.
2
Καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ἰακὼβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν, καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν.
Wherefore they thought to destroy the generation of Jacob that was among them, and thereupon they began to slay and destroy the people.
3
Καὶ ἐπολέμει Ἰούδας πρὸς τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ Ἰδουμαίᾳ τὴν Ἀκραβαττίνην, ὅτι περιεκάθηντο τὸν Ἰσραὴλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ συνέστειλεν αὐτοὺς, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.
Then Judas fought against the children of Esau in Idumea at Akrabattene, because they besieged Israel: and he gave them a great overthrow, and abated their courage, and took their spoils.
4
Καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιὰν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ εἰς σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς.
Also he remembered the injury of the children of Baean, who had been a snare and an offense unto the people, in that they lay in wait for them in the ways.
5
Καὶ συνεκλείσθησαν ὑπʼ αὐτοῦ ἐν τοῖς πύργοις, καὶ παρενέβαλεν ἐπʼ αὐτοὺς, καὶ ἀνεθεμάτισεν αὐτοὺς, καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐνοῦσι.
He shut them up therefore in the towers, and encamped against them, and destroyed them utterly, and burned the towers of that [place] with fire, and all that were therein.
6
Καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ εὗρε χεῖρα κραταιὰν καὶ λαὸν πολὺν, καὶ Τιμόθεον ἡγούμενον αὐτῶν.
Afterward he passed over to the children of Ammon, where he found a mighty power, and much people, with Timothy their captain.
7
καὶ συνῆψε πρὸς αὐτοὺς πολέμους πολλοὺς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς.
So he fought many battles with them, till at length they were discomfited before him; and he smote them.
8
Καὶ προκατελάβετο τὴν Ἰαζὴρ καὶ τὰς θυγατέρας αὐτῆς, καὶ ἀνέστρεψεν εἰς τὴν Ἰούδαίαν.
And when he had taken Jazer, with the towns belonging thereto, he returned into Judea.
9
Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλαὰδ ἐπὶ τὸν Ἰσραὴλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς· καὶ ἔφυγον εἰς Δάθεμα τὸ ὀχύρωμα.
Then the heathen that were at Gilead assembled themselves together against the Israelites that were in their quarters, to destroy them: but they fled to the fortress of Dathema,
10
Καὶ ἀπέστειλαν γράμματα πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, λέγοντες, ἐπισυνηγμένα ἐστὶν ἐφʼ ἡμᾶς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς.
and sent letters unto Judas and his brethren, saying, The heathen that are round about us are assembled together against us to destroy us:
11
Καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν.
and they are preparing to come and take the fortress where unto we are fled, Timothy being captain of their host.
12
Νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος.
Come now therefore, and deliver us from their hands, for many of us are slain:
13
Καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τωβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασι τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευὴν, καὶ ἀπώλεσαν ἐκεῖ ὡς μίαν χιλιαρχίαν ἀνδρῶν.
yea, all our brethren that were in the places of Tob are put to death: their wives and their children also they have carried away captives, and borne away their stuff; and they have destroyed there about a thousand men.
14
Ἔτι αἱ ἐπιστολαὶ ἀνεγινώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διεῤῥηχότες τὰ ἱμάτια, ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα,
While these letters were yet being read, behold, there came other messengers from Galilee with their clothes rent, who reported on this wise,
15
λέγοντες ἐπισυνῆχθαι ἐπʼ αὐτοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πάσης Γαλιλαίας ἀλλοφύλων, τοῦ ἐξαναλῶσαι ἡμᾶς.
saying that they of Ptolemais, and of Tyre, and Sidon, and all Galilee of the Gentiles, were assembled together against them to consume us.
16
Ὡς δὲ ἤκουσεν Ἰούδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη, βουλεύσασθαι τί ποιήσωσι τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει, καὶ πολεμουμένοις ὑπʼ αὐτῶν.
Now when Judas and the people heard these words, there assembled a great congregation together, to consult what they should do for their brethren, that were in trouble, and assaulted of them.
17
Καὶ εἶπεν Ἰούδας Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ, ἐπίλεξον σεαυτῷ ἄνδρας, καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ· ἐγὼ δὲ καὶ Ἰωνάθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδίτιν.
Then said Judas unto Simon his brother, Choose thee out men, and go and deliver thy brethren that are in Galilee, for I and Jonathan my brother will go into the country of Gilead.
18
Καὶ κατέλιπεν Ἰώσηφον τὸν τοῦ Ζαχαρίου, καὶ Ἀζαρίαν, ἡγουμένους τοῦ λαοῦ, μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως, ἐν τῇ Ἰουδαίᾳ εἰς τήρησιν.
So he left Joseph the [son] of Zechariah, and Azariah, captains of the people, with the remnant of the host in Judea to keep it.
19
Καὶ ἐνετείλατο αὐτοῖς, λέγων, πρόστητε τοῦ λαοῦ τούτου, καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς.
Unto whom he gave commandment, saying, Take ye the charge of this people, and see that ye make not war against the heathen until the time that we come again.
20
Καὶ ἐμερίσθησαν Σίμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ἰούδᾳ δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδίτιν.
Now unto Simon were given three thousand men to go into Galilee, and unto Judas eight thousand men for the country of Gilead.
21
Καὶ ἐπορεύθη Σίμων εἰς τὴν Γαλιλαίαν, καὶ συνῆψε πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ,
Then went Simon into Galilee, where he fought many battles with the heathen, so that the heathen were discomfited by him.
22
καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαΐδος· καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.
And he pursued them unto the gate of Ptolemais; and there were slain of the heathen about three thousand men, whose spoils he took.
23
Καὶ παρέλαβε τοὺς ἐν τῇ Γαλιλαίᾳ καὶ ἐν Ἀρβάττοις σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις, καὶ πάντα ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ἰουδαίαν μετʼ εὐφροσύνης μεγάλης.
And those that were in Galilee, and in Arbatta, with their wives and their children, and all that they had, took he away [with him], and brought them into Judea with great joy.
24
Καὶ Ἰούδας ὁ Μακκαβαῖος καὶ Ἰωνάθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ἰορδάνην, καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῷ ἐρήμῳ.
Judas Maccabeus also and his brother Jonathan went over Jordan, and traveled three days’ journey in the wilderness,
25
Καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς, καὶ διηγήσαντο αὐτοῖς ἅπαντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι.
where they met with the Nabateans, who came unto them in a peaceable manner, and told them everything that had happened to their brethren in the land of Gilead:
26
Καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βόσσορα, καὶ Βοσὸρ, ἐν Ἀλέμοις, Χασφὼρ, Μακὲδ, καὶ Καρναΐν· πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι·
and how that many of them were shut up in Bozrah, and Bosor, and Alema, Chaspho, Maked, and Carnaim; all these cities are strong and great:
27
καὶ ἐν ταῖς λοιπαῖς πόλεσι τῆς Γαλααδίτιδός εἰσι συνειλημμένοι, καὶ εἰς αὔριον τάσσονται παρεμβάλλειν ἐπὶ τὰ ὀχυρώματα, καὶ καταλαβέσθαι, καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ.
and that they were shut up in the rest of the cities of the country of Gilead, and that against tomorrow they had appointed to bring their host against the forts, and to take them, and to destroy them all in one day.
28
Καὶ ἀπέστρεψεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον εἰς Βοσὸρ, ἄφνω· καὶ κατελάβετο τὴν πόλιν, καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας, καὶ ἔλαβε πάντα τὰ σκῦλα αὐτῶν, καὶ ἐνέπρησεν αὐτὴν πυρί.
Hereupon Judas and his host turned suddenly by the way of the wilderness unto Bozrah; and when he had won the city, he slew all the males with the edge of the sword, and took all their spoils, and burned the city with fire.
29
Καὶ ἀπῇρεν ἐκεῖθεν νυκτὸς, καὶ ἐπορεύετο ἕως ἐπὶ τὸ ὀχύρωμα.
From whence he removed by night, and went till he came to the fortress.
30
Καὶ ἐγένετο ἑωθινὴ, καὶ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἰδοὺ λαὸς πολὺς οὗ οὐκ ἦν ἀριθμὸς, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα, καὶ ἐπολέμουν αὐτούς.
And betimes in the morning they looked up, and, behold, there was an innumerable people bearing ladders and other engines of war, to take the fortress: for they assaulted them.
31
Καὶ εἶδεν Ἰούδας ὅτι ἦρκται ὁ πόλεμος, καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη εἰς τὸν οὐρανὸν σάλπιγξι καὶ φωνῇ μεγάλῃ.
When Judas therefore saw that the battle was begun, and that the cry of the city went up to heaven, with trumpets, and a great sound,
32
Καὶ εἶπε τοῖς ἀνδράσι τῆς δυνάμεως, πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ὑμῶν.
he said unto his host, Fight this day for your brethren.
33
Καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξ ὄπισθεν αὐτῶν· καὶ ἐσάλπισαν ταῖς σάλπιγξι, καὶ ἐβόησαν ἐν προσευχῇ.
So he went forth behind them in three companies, who sounded their trumpets, and cried with prayer.
34
Καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστι, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας.
Then the host of Timothy, knowing that it was Maccabeus, fled from him: wherefore he smote them with a great slaughter; so that there were killed of them that day about eight thousand men.
35
Καὶ ἀπέκλινεν εἰς Μασφὰ, καὶ ἐπολέμησεν αὐτὴν, καὶ προκατελάβετο αὐτὴν, καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν αὐτῆς, καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς, καὶ ἐνέπρησεν αὐτὴν πυρί.
This done, Judas turned aside to Mizpah; and after he had assaulted it, he took it, and slew all the males therein, and received the spoils thereof, and burned it with fire.
36
Ἐκεῖθεν ἀπῇρε, καὶ προκατελάβετο τὴν Χασφὼν, Μακὲδ, Βοσὸρ, καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος.
From thence went he, and took Chaspho, Maked, Bosor, and the other cities of the country of Gilead.
37
Μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγε Τιμόθεος παρεμβολὴν ἄλλην, καὶ παρενέβαλε κατὰ πρόσωπον Ῥαφὼν ἐκ πέραν τοῦ χειμάῤῥου.
After these things gathered Timothy another host, and encamped against Raphon beyond the brook.
38
Καὶ ἀπέστειλεν Ἰούδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ, λέγοντες, ἐπισυνηγμένα εἰσὶ πρὸς αὐτοὺς πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα.
So Judas sent [men] to espy the host, who brought him word, saying, All the heathen that be round about us are assembled unto them, even a very great host.
39
Καὶ Ἄραβας μεμίσθωται εἰς βοήθειαν αὐτοῖς, καὶ παρενέβαλον πέραν τοῦ χειμάῤῥου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον· καὶ ἐπορεύθη Ἰούδας εἰς συνάντησιν αὐτῶν.
He hath also hired the Arabians to help them, and they have pitched their tents beyond the brook, ready to come and fight against thee. Upon this Judas went to meet them.
40
Καὶ εἶπε Τιμόθεος τοῖς ἄρχουσι τῆς δυνάμεως αὐτοῦ, ἐν τῷ ἐγγίζειν Ἰούδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάῤῥουν τοῦ ὕδατος, ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτὸν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς.
Then Timothy said unto the captains of his host, When Judas and his host come near the brook, if he pass over first unto us, we shall not be able to withstand him; for he will mightily prevail against us:
41
Ἐὰν δὲ δειλωθῇ, καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν, καὶ δυνησόμεθα πρὸς αὐτόν.
but if he be afraid, and camp beyond the river, we shall go over unto him, and prevail against him.
42
Ὡς δὲ ἤγγισεν Ἰούδας ἐπὶ τὸν χειμάῤῥουν τοῦ ὕδατος, ἔστησε τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάῤῥου, καὶ ἐνετείλατο αὐτοῖς, λέγων, μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλʼ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον.
Now when Judas came near the brook, he caused the scribes of the people to remain by the brook: unto whom he gave commandment, saying, Suffer no man to remain in the camp, but let all come to the battle.
43
Καὶ διεπέρασεν ἐπʼ αὐτοὺς πρότερος, καὶ πᾶς ὁ λαὸς ὅπισθεν αὐτοῦ· καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἔῤῥιψαν τὰ ὅπλα αὐτῶν, καὶ ἔφυγον εἰς τὸ τέμενος ἐν Καρναΐν.
So he went first over unto them, and all the people after him: then all the heathen, being discomfited before him, cast away their weapons, and fled unto the temple that was at Carnaim.
44
Καὶ προκατελάβοντο τὴν πόλιν, καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη ἡ Καρναῒν, καὶ οὐκ ἐδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ἰούδα.
But they took the city, and burned the temple with all that were therein. Thus was Carnaim subdued, neither could they stand any longer before Judas.
45
Καὶ συνήγαγεν Ἰούδας πάντα Ἰσραὴλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ τὰς γυναῖκας αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν, καῖ τὴν ἀποσκευὴν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ἰούδα.
Then Judas gathered together all the Israelites that were in the country of Gilead, from the least unto the greatest, even their wives, and their children, and their stuff, a very great host, to the end they might come into the land of Judea.
46
Καὶ ἦλθον ἕως Ἐφρών· καὶ αὕτη ἡ πόλις μεγάλη ἐπὶ τῆς εἰσόδου ὀχυρὰ σφόδρα· οὐκ ἦν ἐκκλῖναι ἀπʼ αὐτῆς δεξιὰν ἢ ἀριστερὰν, ἀλλʼ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι.
Now when they came unto Ephron (this was a great city in the way as they should go, very well fortified) they could not turn from it, either on the right hand or the left, but must needs pass through the midst of it.
47
Καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως, καὶ ἐνέφραξαν τὰς πύλας λίθοις.
Then they of the city shut them out, and stopped up the gates with stones.
48
Καὶ ἀπέστειλε πρὸς αὐτοὺς Ἰούδας λόγοις εἰρηνικοῖς, λέγων, διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶ παρελευσόμεθα· καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ.
Whereupon Judas sent unto them in peaceable manner, saying, Let us pass through your land to go into our own country, and none shall do you any hurt; we will only pass through on foot: howbeit they would not open unto him.
49
Καὶ ἐπέταξεν Ἰούδας κηρύξαι ἐν τῇ παρεμβολῇ, τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστι τόπῳ.
Wherefore Judas commanded a proclamation to be made throughout the host, that every man should pitch his tent in the place where he was.
50
Καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησαν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χερσὶν αὐτοῦ.
So the soldiers pitched, and assaulted the city all that day and all that night, till at the length the city was delivered into his hands:
51
Καὶ ἀπώλεσε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας, καὶ ἐξεῤῥίζωσεν αὐτὴν, καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς, καὶ διῆλθε διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων.
who then slew all the males with the edge of the sword, and razed the city, and took the spoils thereof, and passed through the city over them that were slain.
52
Καὶ διέβησαν τὸν Ἰορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσάν.
After this went they over Jordan into the great plain before Beth-shan.
53
Καὶ ἦν Ἰούδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας, καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδὸν, ἕως οὗ ἦλθον εἰς γῆν Ἰούδα.
And Judas gathered together those that came behind, and exhorted the people all the way through, till they came into the land of Judea.
54
Καὶ ἀνέβησαν εἰς τὸ ὄρος Σιὼν ἐν εὐφροσύνῃ καὶ χαρᾷ· καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.
So they went up to Mount Zion with joy and gladness, where they offered burnt offerings, because not one of them was slain until they had returned in peace.
55
Καὶ ἐν ταῖς ἡμέραις αἷς ἦν Ἰούδας καὶ Ἰωνάθαν ἐν τῇ Γαλαὰδ, καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαΐδος,
Now what time as Judas and Jonathan were in the land of Gilead, and Simon his brother in Galilee before Ptolemais,
56
ἤκουσεν Ἰωσὴφ ὁ τοῦ Ζαχαρίου, καὶ Ἀζαρίας, ἄρχοντες τῆς δυνάμεως, τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου οἷα ἐποίησαν,
Joseph the [son] of Zechariah, and Azariah, captains of the garrisons, heard of the valiant acts and warlike deeds which they had done.
57
καὶ εἶπε, ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα, καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν.
Wherefore they said, Let us also get us a name, and go fight against the heathen that are round about us.
58
Καὶ παρήγγειλαν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετʼ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ἰάμνειαν.
So when they had given charge unto the garrison that was with them, they went toward Jamnia.
59
Καὶ ἐξῆλθε Γοργίας ἐκ τῆς πόλεως, καὶ οἱ ἄνδρες αὐτοῦ, εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον.
Then came Gorgias and his men out of the city to fight against them.
60
Καὶ ἐτροπώθη Ἰώσηφος καὶ Ἀζαρίας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ἰουδαίας· καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ τοῦ Ἰσραὴλ εἰς δισχιλίους ἄνδρας.
And so it was, that Joseph and Azariah were put to flight, and pursued unto the borders of Judea: and there were slain that day of the people of Israel about two thousand men.
61
Καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ Ἰσραὴλ, ὅτι οὐκ ἤκουσαν Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, οἰόμενοι ἀνδραγαθῆσαι.
Thus was there a great overthrow among the children of Israel, because they were not obedient unto Judas and his brethren, but thought to do some valiant act.
62
Αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ἰσραὴλ διὰ χειρὸς αὐτῶν.
Moreover these men came not of the seed of those, by whose hand deliverance was given unto Israel.
63
Καὶ ὁ ἀνὴρ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἑναντίον παντὸς Ἰσραὴλ, καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν.
Howbeit the man Judas and his brethren were greatly renowned in the sight of all Israel, and of all the heathen, wheresoever their name was heard of:
64
Καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες.
insomuch as the people assembled unto them with joyful acclamations.
65
Καὶ ἐξῆλθεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἐπολέμουν τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ γῇ πρὸς Νότον, καὶ ἐπάταξε τὴν Χεβρὼν καὶ τὰς θυγατέρας αὐτῆς, καὶ καθεῖλε τὸ ὀχύρωμα αὐτῆς, καὶ τοὺς πύργους αὐτῆς ἐνέπρησε κυκλόθεν.
Afterward went Judas forth with his brethren, and fought against the children of Esau in the land toward the south, where he smote Hebron, and the towns thereof, and pulled down the fortress of it, and burned the towers thereof round about.
66
Καὶ ἀπῇρε τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων, καὶ διεπορεύετο τὴν Σαμάρειαν.
From thence he removed to go into the land of the Philistines, and passed through Samaria.
67
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι, ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως.
At that time certain priests, desirous to show their valor, were slain in battle, for that they went out to fight unadvisedly.
68
Καὶ ἐξέκλινεν Ἰούδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων, καὶ καθεῖλε τοὺς βωμοὺς αὐτῶν, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσε πυρὶ, καὶ ἐσκύλευσε τὰ σκῦλα τῶν πόλεων, καὶ ἐπέστρεψεν εἰς τὴν γῆν Ἰούδα.
So Judas turned to Azotus in the land of the Philistines, and when he had pulled down their altars, and burned their carved images with fire, and spoiled their cities, he returned into the land of Judea.

Cómo funciona

Un lector en paralelo de la Biblia hebrea y de sus testigos más antiguos: el texto masorético, el Pentateuco samaritano, los Rollos del mar Muerto y la Septuaginta, cada uno con una traducción inglesa donde la hay.

Leer un capítulo

Elija un libro y un capítulo arriba, o escriba una referencia en Ir a (Isaías 53:11, 1 Samuel 3, y también abreviaturas inglesas: Isa 53:11, 1 Sam 3, ii kgs 2, ben sira 51). Los nombres de libros se pueden abreviar; un nombre compartido por libros numerados (sam, kings, chr, macc) abre el primero salvo que añada el número. Las flechas del teclado pasan de un capítulo a otro, y la barra de direcciones guarda un enlace al versículo pulsado, de modo que puede marcar o compartir un lugar.

Cada fila es un versículo. Las filas siguen la numeración masorética de los versículos, así que las columnas del hebreo, la JPS y el samaritano coinciden exactamente. La Septuaginta se numera de otro modo en muchos lugares (Salmos, Jeremías, Éxodo 35–40, partes de Reyes, Proverbios, Daniel y decenas de límites de capítulo). Sus versículos se sitúan frente a sus equivalentes masoréticos, y una pequeña etiqueta como 50:3 muestra el número propio de la Septuaginta cuando difiere. Los versículos griegos sin equivalente masorético (por ejemplo la Oración de Azarías en Daniel 3) aparecen en orden de lectura como filas aparte marcadas LXX.

Columnas

Las fichas de arriba activan y desactivan columnas. Arrastre una ficha (o un encabezado de columna) para reordenar; con una ficha enfocada, las teclas ← → la mueven. Su elección se recuerda. Las columnas samaritanas aparecen solo en Génesis–Deuteronomio; la columna de los rollos aparece dondequiera que sobreviva un manuscrito, incluido Ben Sira. Las columnas marcadas con † tienen licencia solo para uso no comercial.

Palabras: léxico y concordancia

Pase el cursor sobre cualquier palabra hebrea (masorética, samaritana o de los rollos) o griega para ver su forma de diccionario, su número Strong, una glosa breve y su gramática. Haga clic en la palabra para abrir la concordancia a la derecha: la entrada completa del léxico y luego todas las apariciones, agrupadas por libro — en hebreo, por separado para el texto masorético, el Pentateuco samaritano y los rollos (con el nombre del manuscrito). Haga clic en una referencia para ir allí; todas las formas de la palabra en el capítulo quedan resaltadas. También puede escribir una palabra o un número Strong en Léxico, arriba.

En el texto masorético, un ketiv (la forma escrita, sin vocales) aparece en gris justo antes de su qere (la forma que se lee en voz alta); ambos llevan la entrada de diccionario del qere.

Variantes

El Pentateuco samaritano y cada rollo se comparan palabra por palabra con el texto masorético del mismo versículo:

En los rollos, las letras entre corchetes son la reconstrucción de un editor moderno y nunca cuentan como variantes; las letras con un punto encima son inciertas; ◦ es el rastro de una letra ilegible. Los manuscritos escritos en escritura paleohebrea, y los nombres divinos que los rollos en escritura cuadrada escriben en paleohebreo, se muestran con letras paleohebreas (se puede cambiar en Visualización). Pase el cursor sobre un manuscrito para ver su edición. Visualización → Rollos del mar Muerto puede ocultar los manuscritos que coinciden con el texto masorético, o quitar las reconstrucciones para mostrar solo lo que sobrevive.

La comparación es automática. Alinea las palabras por su ortografía, así que una transposición o un pasaje largo reescrito pueden marcarse de forma imperfecta, y la regla ortográfica no distingue un sufijo de una mater lectionis. Tome los colores como ayuda para localizar y consulte una edición crítica antes de construir un argumento sobre una lectura.

Libros fuera de la Biblia hebrea

Además de los libros que solo están en la Septuaginta, la lista de libros incluye 1 Enoc y Jubileos («Otros libros antiguos»), en la traducción inglesa de R. H. Charles con las copias de Qumrán al lado, y los Salmos tienen un capítulo 151. Sus copias en rollos — como las de Tobías y Ben Sira — no tienen números de versículo en los datos: cada fragmento se sitúa según su identificación publicada y sus líneas se reparten entre esos versículos, así que los límites exactos de los versículos son aproximados. Las copias en arameo (Tobías 4Q196–199 y todo Enoc) llevan la marca «Arameo» y no tienen búsqueda de palabras.

Citas rabínicas

El pequeño ❝ bajo un número de versículo abre los pasajes de la literatura rabínica que citan ese versículo — Misná, Toseftá, los dos Talmudes, Midrás, Targum y Cábala (y, si marca la casilla, halajá, liturgia y pensamiento posteriores) — obtenidos en directo de Sefaria, por lo que requiere conexión a internet. Cada pasaje aparece con la fecha que Sefaria da para la obra y un enlace para leerlo allí. Los enlaces de Sefaria incluyen alusiones y comentarios además de citas; los que Sefaria clasifica como citas están marcados. Funciona para la Biblia hebrea, Ben Sira (según la numeración de Kahana, p. ej. las citas talmúdicas de Ben Sira), Tobías y Jubileos. Para 1 Enoc, que los rabinos no citan, muestra en cambio los pasajes del Zohar sobre un «Libro de Enoc».

Cómo se alinea la Septuaginta

Cada versículo griego se sitúa combinando tres cosas: la tabla estándar de correspondencias de versículos entre la Septuaginta y el texto masorético (lxx.vrs de SIL), la tabla de diferencias entre la numeración masorética y la inglesa, y una comparación del inglés de la Septuaginta de Brenton con el inglés de la JPS, que confirma cada emparejamiento y detecta versículos desplazados. Donde ningún versículo masorético es lo bastante parecido, el versículo griego ocupa su propia fila.

Los datos de las palabras griegas

No existe un análisis palabra por palabra con licencia abierta del griego de Brenton, así que cada palabra griega se empareja con el análisis más frecuente de la misma forma en la Septuaginta de Swete, de licencia abierta (analizador Morpheus), y luego con una entrada de léxico. Se identifica alrededor del 95 % de las palabras. Los análisis de formas ambiguas (p. ej. αὐτοῦ, τοῦ) pueden ser erróneos; la ficha dice «análisis automático» como recordatorio.

Sobre los textos

Qué es cada columna, de dónde procede y qué tener en cuenta al leerla.

Texto masorético — Códice de Leningrado (ed. Westminster)

El texto masorético es la Biblia hebrea tal como la transmitieron los masoretas, eruditos escribas activos en Tiberíades y otros lugares aproximadamente entre los siglos VII y X, que fijaron sus vocales, acentos y notas marginales (la Masorá) en torno a un texto consonántico que ya era esencialmente estable en los siglos I–II d. C. El Códice de Leningrado (San Petersburgo, Firkovich I B 19 A), copiado en 1008/1009 según la tradición de Ben Asher, es el manuscrito completo más antiguo de la Biblia hebrea; el Códice de Alepo, algo anterior, perdió la mayor parte de la Torá en 1947. Es la base de las ediciones críticas estándar (BHK, BHS, BHQ).

El Códice de Leningrado de Westminster es su transcripción digital de dominio público, mantenida por el J. Alan Groves Center del Westminster Theological Seminary. En esta edición, el ketiv aparece como palabra propia sin vocales antes del qere vocalizado.

JPS 1917 — The Holy Scriptures according to the Masoretic Text

La primera traducción inglesa de la Biblia preparada por un comité de eruditos judíos para la Jewish Publication Society of America, con Max L. Margolis como editor jefe, publicada en 1917. Su lengua sigue deliberadamente la cadencia de la King James y la Revised Version, pero sus versiones siguen el texto masorético y la tradición exegética judía, y conserva la numeración hebrea de capítulos y versículos. Es de dominio público; su sucesora, la New JPS (Tanakh, 1985), no lo es. La edición electrónica usada aquí escribe los nombres divinos como «HaShem» y «G-d».

Septuaginta — el texto griego de Brenton y el inglés de Brenton actualizado

La Septuaginta es la traducción judía de las Escrituras hebreas al griego. La Torá se tradujo en Alejandría en el siglo III a. C. (la Carta de Aristeas cuenta la leyenda de los 72 traductores bajo Ptolomeo II); los demás libros siguieron durante los dos siglos siguientes. Como se hizo a partir de manuscritos hebreos más antiguos que el texto masorético, a menudo conserva un texto hebreo distinto: Jeremías es alrededor de una séptima parte más corto y tiene otro orden (en Qumrán sobrevive un texto hebreo breve de este tipo en 4QJerb,d), Job es alrededor de una sexta parte más corto, y Ester y Daniel tienen largas adiciones. Fue la Biblia de Filón, Josefo y los autores del Nuevo Testamento, y se convirtió en el Antiguo Testamento de la Iglesia griega, lo que llevó a traductores judíos (Áquila, Símaco, Teodoción) a hacer revisiones más cercanas al hebreo.

Sir Lancelot C. L. Brenton publicó una traducción inglesa en 1844 y una edición griego-inglés en 1851. Su griego es esencialmente la edición sixtina (romana) de 1587, que sigue el Códice Vaticano del siglo IV. Es más antigua y menos crítica que las ediciones modernas de Rahlfs (1935) y de Gotinga, que tienen derechos de autor. La columna inglesa es el Brenton actualizado (Adam Boyd, 2020), la traducción de Brenton con ortografía y redacción modernizadas, dedicada al dominio público.

Pentateuco samaritano †

La Torá tal como la conserva la comunidad samaritana del monte Guerizín (Nablus), escrita en escritura samaritana, descendiente del alfabeto paleohebreo. Difiere del texto masorético en unos 6000 lugares, la mayoría de ortografía o gramática; en unos 1900 coincide con la Septuaginta. Algunas lecturas son propiamente samaritanas, sobre todo el mandamiento de construir un altar en el monte Guerizín añadido después de los Diez Mandamientos (Éx 20:17; Dt 5:21) y «Guerizín» en lugar de «Ebal» en Dt 27:4. Muchas otras — ampliaciones armonizadoras que copian un pasaje en su paralelo — las comparten manuscritos «presamaritanos» de Qumrán como 4QpaleoExodm y 4QNumb, lo que muestra que este tipo de texto es anterior al cisma samaritano.

Los eruditos europeos lo conocieron en 1616, cuando Pietro della Valle trajo un manuscrito de Damasco; se imprimió en las Políglotas de París (1645) y Londres (1657), lo cotejó Benjamin Kennicott (1776–80) y lo editó críticamente August von Gall (1914–18). El hebreo de aquí es el texto digital de Aleksandr Sigalov, basado en Kennicott y cotejado con von Gall; el inglés es la adaptación de Sigalov de la King James a las lecturas samaritanas. Para la investigación moderna, vea la edición de Abraham Tal del manuscrito Siquem 6 y la editio maior crítica de Stefan Schorch.

Rollos del mar Muerto y otros manuscritos del desierto de Judea †

Entre 1947 y 1956 se encontraron en once cuevas cerca de Jirbet Qumrán los restos de unos 950 manuscritos. Unos 230 son bíblicos — están representados todos los libros de la Biblia hebrea salvo Ester, desde fragmentos diminutos hasta el Gran Rollo de Isaías completo (1QIsaa) — y datan aproximadamente del 250 a. C. al 68 d. C. Son mil años más antiguos que el Códice de Leningrado. La mayoría están cerca del antepasado del texto masorético («protomasoréticos»), pero otros coinciden con la Septuaginta (4QJerb, en algunos lugares 4QSama), con el tipo de texto samaritano, o con ninguno — prueba de que varias formas del texto circularon a la vez antes de que se impusiera el texto masorético.

Manuscritos de otros lugares completan el cuadro: Masada (antes de su caída en el 73/74 d. C.; excavada por Yigael Yadin, 1963–65) y los refugios de la revuelta de Bar Kojba en Wadi Murabba'at y Nahal Hever (132–135 d. C.), cuyos textos bíblicos ya son prácticamente idénticos al texto masorético, así como Nahal Se'elim, Wadi Sdeir y Nahal Arugot. La publicación oficial es la serie Discoveries in the Judaean Desert (Oxford, 1955–2010).

Las transcripciones de aquí son las de Martin G. Abegg Jr., James E. Bowley y Edward M. Cook, convertidas por el Eep Talstra Centre for Bible and Computer (ETCBC). Cada manuscrito lleva su sigla (p. ej. 4QIsad), su número DJD, su lugar de hallazgo y la columna o fragmento y la línea. Además de los manuscritos bíblicos, las copias de Ben Sira, Tobías, 1 Enoc, Jubileos y el Salmo 151 aparecen en esos libros. No todos los manuscritos están en el conjunto de datos — faltan sobre todo los rollos griegos (como los Profetas Menores griegos de Nahal Hever), y el rollo de Ben Sira de Masada se añade por separado (vea Ben Sira).

Ben Sira

La Sabiduría de Yeshúa ben Eleazar ben Sira, compuesta en hebreo en Jerusalén hacia 190–180 a. C. y traducida al griego por su nieto en Egipto después del 132 a. C. (su prólogo explica la dificultad de traducir del hebreo al griego). Pertenece a la Septuaginta y a los cánones católico y ortodoxo (en latín Ecclesiasticus), pero no al judío, aunque el Talmud y el midrás lo citan. Su texto hebreo se perdió para Occidente hasta 1896, cuando Solomon Schechter, Agnes Lewis y Margaret Gibson identificaron copias medievales en la Guenizá de El Cairo; después aparecieron copias hebreas antiguas en Qumrán y Masada.

Hoy se conocen unas dos terceras partes del hebreo, gracias a seis manuscritos medievales de la Guenizá (A–F, siglos X–XII) y tres antiguos: 2QSir (2Q18; Si 6:14–15, 20–32), el acróstico de Si 51:13–20, 30 en el Rollo de los Salmos 11QPsa (columnas 21–22), y el rollo de Masada (Mas1h), hallado por Yigael Yadin en 1964 en una sala de la muralla de casamatas de la fortaleza y publicado en 1965: siete columnas con Si 39:27–44:17, copiadas a comienzos del siglo I a. C., poco más de un siglo después del autor. Su coincidencia con el manuscrito B de la Guenizá mostró que las copias medievales descienden del hebreo antiguo y no de una retraducción del griego o del siríaco.

Aquí el libro se muestra en el griego y el inglés de Brenton. La columna hebrea es la edición de Kahana, transcrita en la Wikisource hebrea y distribuida por Sefaria (CC BY-SA): un texto continuo basado en los manuscritos de la Guenizá, en el que las palabras entre [corchetes] son restituciones de Kahana; los capítulos sin hebreo conservado están vacíos. Kahana numera los versículos según el orden hebreo — en el griego, dos bloques de los capítulos 30–36 están transpuestos — por lo que sus versículos se han emparejado con los de Brenton por el contenido para este sitio, y su propio número aparece como «Heb.» cuando difiere. La columna de los rollos tiene los tres testigos antiguos; el texto de Masada es la transcripción de Eric Reymond en bensira.org. Su ubicación se hizo para este sitio comparando el texto; no hay texto masorético con el que compararlos, así que no se marcan variantes.

Salmo 151

El Salterio de la Septuaginta termina con un salmo breve «fuera del número», en el que David recuerda cómo cuidaba las ovejas de su padre, su unción y su victoria sobre Goliat. Pertenece a las Biblias griega, siríaca y etíope, pero no a la hebrea, y durante mucho tiempo se pensó que se había compuesto en griego — hasta que el Rollo de los Salmos de la cueva 11 de Qumrán (11QPsa, publicado por James Sanders en 1965) resultó contener en su columna 28 un original hebreo más largo, en dos poemas (151A sobre la música y la unción de David, 151B, incompleto, sobre Goliat). El griego es una traducción abreviada de ellos. El salmo se muestra como capítulo 151 de los Salmos, con las líneas del rollo bajo los versículos griegos a los que corresponden.

Tobías

Una novela judía de la diáspora oriental (probablemente siglos III–II a. C.): el piadoso exiliado Tobit, ciego en Nínive, envía a su hijo Tobías a recuperar un dinero en Media, guiado por el ángel Rafael disfrazado; por el camino Tobías se casa con Sara y ahuyenta al demonio Asmodeo. Está en la Septuaginta y en los cánones católico y ortodoxo. Sobrevive en dos formas griegas — una corta (Códices Vaticano y Alejandrino, la que imprime Brenton) y una larga (Códice Sinaítico) — y las copias de Qumrán, cuatro en arameo (4Q196–199) y una en hebreo (4Q200), publicadas por Joseph Fitzmyer en 1995, se alinean con la forma larga, que hoy se considera en general más cercana al original. Su ubicación por versículos sigue aquí las identificaciones de Fitzmyer.

1 Enoc

Una colección de cinco obras atribuidas a Enoc, el séptimo desde Adán, que «caminó con Dios» (Gn 5:24): el Libro de los Vigilantes (cap. 1–36, siglo III a. C.), sobre los ángeles que bajaron a las hijas de los hombres; las Parábolas (37–71); el Libro astronómico (72–82); las Visiones en sueños (83–90), con el «Apocalipsis de los animales» sobre la historia de Israel; y la Epístola de Enoc (91–108). Lo cita la Carta de Judas (1:14–15) y es canónico en la Iglesia ortodoxa etíope, cuya versión en ge'ez es el único texto completo; en griego sobrevive alrededor de un tercio. Józef Milik publicó en 1976 los fragmentos arameos de la cueva 4 de Qumrán: once copias, que cubren todas las partes salvo las Parábolas, la más antigua de hacia el 200 a. C. El inglés es la traducción de R. H. Charles de 1917 desde el etíope (dominio público). Los rollos astronómicos (4Q208–211) contienen un calendario mucho más largo que el etíope; solo se sitúan los pocos pasajes que coinciden con los capítulos 76–82.

Jubileos

Una reescritura del Génesis y de Éxodo 1–14 revelada a Moisés en el Sinaí por un «ángel de la presencia», fechada según un calendario de jubileos de 49 años y un año solar de 364 días (mediados del siglo II a. C.). Como 1 Enoc, solo es canónico en la Iglesia etíope, cuya versión en ge'ez es el único texto completo; hay partes en latín, en siríaco y en citas griegas. En Qumrán se encontraron fragmentos de unas quince copias hebreas, más que de la mayoría de los libros bíblicos, publicados en DJD 13 (VanderKam y Milik, 1994) y DJD 23. El inglés es la traducción de R. H. Charles de 1917 (dominio público).

Datos del léxico y la concordancia

Las palabras hebreas llevan el análisis del Translators Amalgamated Hebrew OT de STEPBible (Tyndale House, Cambridge): números Strong ampliados — la numeración de James Strong de 1890, subdividida según el léxico de Brown–Driver–Briggs (1906) — con morfología del ETCBC y un BDB abreviado para las definiciones. Las palabras samaritanas y de los rollos toman el análisis de la palabra masorética correspondiente o, cuando difieren, de la misma forma escrita en otro lugar del texto masorético. Las palabras griegas se emparejan, a través de la Septuaginta de Swete y el analizador Morpheus, con el léxico griego de STEPBible, que se basa en Abbott-Smith (1922) y en Liddell–Scott–Jones.

† Con licencia solo para uso no comercial. Créditos y licencias completos: Créditos y licencias.