Textorah

1. Makkabäer 5

1
Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον, καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τοπρότερον, καὶ ὠργίσθησαν σφόδρα.
Now when the nations round about heard that the altar was built, and the sanctuary renewed as before, it displeased them very much.
2
Καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ἰακὼβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν, καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν.
Wherefore they thought to destroy the generation of Jacob that was among them, and thereupon they began to slay and destroy the people.
3
Καὶ ἐπολέμει Ἰούδας πρὸς τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ Ἰδουμαίᾳ τὴν Ἀκραβαττίνην, ὅτι περιεκάθηντο τὸν Ἰσραὴλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ συνέστειλεν αὐτοὺς, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.
Then Judas fought against the children of Esau in Idumea at Akrabattene, because they besieged Israel: and he gave them a great overthrow, and abated their courage, and took their spoils.
4
Καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιὰν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ εἰς σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς.
Also he remembered the injury of the children of Baean, who had been a snare and an offense unto the people, in that they lay in wait for them in the ways.
5
Καὶ συνεκλείσθησαν ὑπʼ αὐτοῦ ἐν τοῖς πύργοις, καὶ παρενέβαλεν ἐπʼ αὐτοὺς, καὶ ἀνεθεμάτισεν αὐτοὺς, καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐνοῦσι.
He shut them up therefore in the towers, and encamped against them, and destroyed them utterly, and burned the towers of that [place] with fire, and all that were therein.
6
Καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ εὗρε χεῖρα κραταιὰν καὶ λαὸν πολὺν, καὶ Τιμόθεον ἡγούμενον αὐτῶν.
Afterward he passed over to the children of Ammon, where he found a mighty power, and much people, with Timothy their captain.
7
καὶ συνῆψε πρὸς αὐτοὺς πολέμους πολλοὺς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς.
So he fought many battles with them, till at length they were discomfited before him; and he smote them.
8
Καὶ προκατελάβετο τὴν Ἰαζὴρ καὶ τὰς θυγατέρας αὐτῆς, καὶ ἀνέστρεψεν εἰς τὴν Ἰούδαίαν.
And when he had taken Jazer, with the towns belonging thereto, he returned into Judea.
9
Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλαὰδ ἐπὶ τὸν Ἰσραὴλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς· καὶ ἔφυγον εἰς Δάθεμα τὸ ὀχύρωμα.
Then the heathen that were at Gilead assembled themselves together against the Israelites that were in their quarters, to destroy them: but they fled to the fortress of Dathema,
10
Καὶ ἀπέστειλαν γράμματα πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, λέγοντες, ἐπισυνηγμένα ἐστὶν ἐφʼ ἡμᾶς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς.
and sent letters unto Judas and his brethren, saying, The heathen that are round about us are assembled together against us to destroy us:
11
Καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν.
and they are preparing to come and take the fortress where unto we are fled, Timothy being captain of their host.
12
Νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος.
Come now therefore, and deliver us from their hands, for many of us are slain:
13
Καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τωβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασι τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευὴν, καὶ ἀπώλεσαν ἐκεῖ ὡς μίαν χιλιαρχίαν ἀνδρῶν.
yea, all our brethren that were in the places of Tob are put to death: their wives and their children also they have carried away captives, and borne away their stuff; and they have destroyed there about a thousand men.
14
Ἔτι αἱ ἐπιστολαὶ ἀνεγινώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διεῤῥηχότες τὰ ἱμάτια, ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα,
While these letters were yet being read, behold, there came other messengers from Galilee with their clothes rent, who reported on this wise,
15
λέγοντες ἐπισυνῆχθαι ἐπʼ αὐτοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πάσης Γαλιλαίας ἀλλοφύλων, τοῦ ἐξαναλῶσαι ἡμᾶς.
saying that they of Ptolemais, and of Tyre, and Sidon, and all Galilee of the Gentiles, were assembled together against them to consume us.
16
Ὡς δὲ ἤκουσεν Ἰούδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη, βουλεύσασθαι τί ποιήσωσι τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει, καὶ πολεμουμένοις ὑπʼ αὐτῶν.
Now when Judas and the people heard these words, there assembled a great congregation together, to consult what they should do for their brethren, that were in trouble, and assaulted of them.
17
Καὶ εἶπεν Ἰούδας Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ, ἐπίλεξον σεαυτῷ ἄνδρας, καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ· ἐγὼ δὲ καὶ Ἰωνάθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδίτιν.
Then said Judas unto Simon his brother, Choose thee out men, and go and deliver thy brethren that are in Galilee, for I and Jonathan my brother will go into the country of Gilead.
18
Καὶ κατέλιπεν Ἰώσηφον τὸν τοῦ Ζαχαρίου, καὶ Ἀζαρίαν, ἡγουμένους τοῦ λαοῦ, μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως, ἐν τῇ Ἰουδαίᾳ εἰς τήρησιν.
So he left Joseph the [son] of Zechariah, and Azariah, captains of the people, with the remnant of the host in Judea to keep it.
19
Καὶ ἐνετείλατο αὐτοῖς, λέγων, πρόστητε τοῦ λαοῦ τούτου, καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς.
Unto whom he gave commandment, saying, Take ye the charge of this people, and see that ye make not war against the heathen until the time that we come again.
20
Καὶ ἐμερίσθησαν Σίμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ἰούδᾳ δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδίτιν.
Now unto Simon were given three thousand men to go into Galilee, and unto Judas eight thousand men for the country of Gilead.
21
Καὶ ἐπορεύθη Σίμων εἰς τὴν Γαλιλαίαν, καὶ συνῆψε πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ,
Then went Simon into Galilee, where he fought many battles with the heathen, so that the heathen were discomfited by him.
22
καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαΐδος· καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.
And he pursued them unto the gate of Ptolemais; and there were slain of the heathen about three thousand men, whose spoils he took.
23
Καὶ παρέλαβε τοὺς ἐν τῇ Γαλιλαίᾳ καὶ ἐν Ἀρβάττοις σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις, καὶ πάντα ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ἰουδαίαν μετʼ εὐφροσύνης μεγάλης.
And those that were in Galilee, and in Arbatta, with their wives and their children, and all that they had, took he away [with him], and brought them into Judea with great joy.
24
Καὶ Ἰούδας ὁ Μακκαβαῖος καὶ Ἰωνάθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ἰορδάνην, καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῷ ἐρήμῳ.
Judas Maccabeus also and his brother Jonathan went over Jordan, and traveled three days’ journey in the wilderness,
25
Καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς, καὶ διηγήσαντο αὐτοῖς ἅπαντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι.
where they met with the Nabateans, who came unto them in a peaceable manner, and told them everything that had happened to their brethren in the land of Gilead:
26
Καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βόσσορα, καὶ Βοσὸρ, ἐν Ἀλέμοις, Χασφὼρ, Μακὲδ, καὶ Καρναΐν· πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι·
and how that many of them were shut up in Bozrah, and Bosor, and Alema, Chaspho, Maked, and Carnaim; all these cities are strong and great:
27
καὶ ἐν ταῖς λοιπαῖς πόλεσι τῆς Γαλααδίτιδός εἰσι συνειλημμένοι, καὶ εἰς αὔριον τάσσονται παρεμβάλλειν ἐπὶ τὰ ὀχυρώματα, καὶ καταλαβέσθαι, καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ.
and that they were shut up in the rest of the cities of the country of Gilead, and that against tomorrow they had appointed to bring their host against the forts, and to take them, and to destroy them all in one day.
28
Καὶ ἀπέστρεψεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον εἰς Βοσὸρ, ἄφνω· καὶ κατελάβετο τὴν πόλιν, καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας, καὶ ἔλαβε πάντα τὰ σκῦλα αὐτῶν, καὶ ἐνέπρησεν αὐτὴν πυρί.
Hereupon Judas and his host turned suddenly by the way of the wilderness unto Bozrah; and when he had won the city, he slew all the males with the edge of the sword, and took all their spoils, and burned the city with fire.
29
Καὶ ἀπῇρεν ἐκεῖθεν νυκτὸς, καὶ ἐπορεύετο ἕως ἐπὶ τὸ ὀχύρωμα.
From whence he removed by night, and went till he came to the fortress.
30
Καὶ ἐγένετο ἑωθινὴ, καὶ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἰδοὺ λαὸς πολὺς οὗ οὐκ ἦν ἀριθμὸς, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα, καὶ ἐπολέμουν αὐτούς.
And betimes in the morning they looked up, and, behold, there was an innumerable people bearing ladders and other engines of war, to take the fortress: for they assaulted them.
31
Καὶ εἶδεν Ἰούδας ὅτι ἦρκται ὁ πόλεμος, καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη εἰς τὸν οὐρανὸν σάλπιγξι καὶ φωνῇ μεγάλῃ.
When Judas therefore saw that the battle was begun, and that the cry of the city went up to heaven, with trumpets, and a great sound,
32
Καὶ εἶπε τοῖς ἀνδράσι τῆς δυνάμεως, πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ὑμῶν.
he said unto his host, Fight this day for your brethren.
33
Καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξ ὄπισθεν αὐτῶν· καὶ ἐσάλπισαν ταῖς σάλπιγξι, καὶ ἐβόησαν ἐν προσευχῇ.
So he went forth behind them in three companies, who sounded their trumpets, and cried with prayer.
34
Καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστι, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας.
Then the host of Timothy, knowing that it was Maccabeus, fled from him: wherefore he smote them with a great slaughter; so that there were killed of them that day about eight thousand men.
35
Καὶ ἀπέκλινεν εἰς Μασφὰ, καὶ ἐπολέμησεν αὐτὴν, καὶ προκατελάβετο αὐτὴν, καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν αὐτῆς, καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς, καὶ ἐνέπρησεν αὐτὴν πυρί.
This done, Judas turned aside to Mizpah; and after he had assaulted it, he took it, and slew all the males therein, and received the spoils thereof, and burned it with fire.
36
Ἐκεῖθεν ἀπῇρε, καὶ προκατελάβετο τὴν Χασφὼν, Μακὲδ, Βοσὸρ, καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος.
From thence went he, and took Chaspho, Maked, Bosor, and the other cities of the country of Gilead.
37
Μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγε Τιμόθεος παρεμβολὴν ἄλλην, καὶ παρενέβαλε κατὰ πρόσωπον Ῥαφὼν ἐκ πέραν τοῦ χειμάῤῥου.
After these things gathered Timothy another host, and encamped against Raphon beyond the brook.
38
Καὶ ἀπέστειλεν Ἰούδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ, λέγοντες, ἐπισυνηγμένα εἰσὶ πρὸς αὐτοὺς πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα.
So Judas sent [men] to espy the host, who brought him word, saying, All the heathen that be round about us are assembled unto them, even a very great host.
39
Καὶ Ἄραβας μεμίσθωται εἰς βοήθειαν αὐτοῖς, καὶ παρενέβαλον πέραν τοῦ χειμάῤῥου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον· καὶ ἐπορεύθη Ἰούδας εἰς συνάντησιν αὐτῶν.
He hath also hired the Arabians to help them, and they have pitched their tents beyond the brook, ready to come and fight against thee. Upon this Judas went to meet them.
40
Καὶ εἶπε Τιμόθεος τοῖς ἄρχουσι τῆς δυνάμεως αὐτοῦ, ἐν τῷ ἐγγίζειν Ἰούδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάῤῥουν τοῦ ὕδατος, ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτὸν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς.
Then Timothy said unto the captains of his host, When Judas and his host come near the brook, if he pass over first unto us, we shall not be able to withstand him; for he will mightily prevail against us:
41
Ἐὰν δὲ δειλωθῇ, καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν, καὶ δυνησόμεθα πρὸς αὐτόν.
but if he be afraid, and camp beyond the river, we shall go over unto him, and prevail against him.
42
Ὡς δὲ ἤγγισεν Ἰούδας ἐπὶ τὸν χειμάῤῥουν τοῦ ὕδατος, ἔστησε τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάῤῥου, καὶ ἐνετείλατο αὐτοῖς, λέγων, μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλʼ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον.
Now when Judas came near the brook, he caused the scribes of the people to remain by the brook: unto whom he gave commandment, saying, Suffer no man to remain in the camp, but let all come to the battle.
43
Καὶ διεπέρασεν ἐπʼ αὐτοὺς πρότερος, καὶ πᾶς ὁ λαὸς ὅπισθεν αὐτοῦ· καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἔῤῥιψαν τὰ ὅπλα αὐτῶν, καὶ ἔφυγον εἰς τὸ τέμενος ἐν Καρναΐν.
So he went first over unto them, and all the people after him: then all the heathen, being discomfited before him, cast away their weapons, and fled unto the temple that was at Carnaim.
44
Καὶ προκατελάβοντο τὴν πόλιν, καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη ἡ Καρναῒν, καὶ οὐκ ἐδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ἰούδα.
But they took the city, and burned the temple with all that were therein. Thus was Carnaim subdued, neither could they stand any longer before Judas.
45
Καὶ συνήγαγεν Ἰούδας πάντα Ἰσραὴλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ τὰς γυναῖκας αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν, καῖ τὴν ἀποσκευὴν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ἰούδα.
Then Judas gathered together all the Israelites that were in the country of Gilead, from the least unto the greatest, even their wives, and their children, and their stuff, a very great host, to the end they might come into the land of Judea.
46
Καὶ ἦλθον ἕως Ἐφρών· καὶ αὕτη ἡ πόλις μεγάλη ἐπὶ τῆς εἰσόδου ὀχυρὰ σφόδρα· οὐκ ἦν ἐκκλῖναι ἀπʼ αὐτῆς δεξιὰν ἢ ἀριστερὰν, ἀλλʼ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι.
Now when they came unto Ephron (this was a great city in the way as they should go, very well fortified) they could not turn from it, either on the right hand or the left, but must needs pass through the midst of it.
47
Καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως, καὶ ἐνέφραξαν τὰς πύλας λίθοις.
Then they of the city shut them out, and stopped up the gates with stones.
48
Καὶ ἀπέστειλε πρὸς αὐτοὺς Ἰούδας λόγοις εἰρηνικοῖς, λέγων, διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶ παρελευσόμεθα· καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ.
Whereupon Judas sent unto them in peaceable manner, saying, Let us pass through your land to go into our own country, and none shall do you any hurt; we will only pass through on foot: howbeit they would not open unto him.
49
Καὶ ἐπέταξεν Ἰούδας κηρύξαι ἐν τῇ παρεμβολῇ, τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστι τόπῳ.
Wherefore Judas commanded a proclamation to be made throughout the host, that every man should pitch his tent in the place where he was.
50
Καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησαν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χερσὶν αὐτοῦ.
So the soldiers pitched, and assaulted the city all that day and all that night, till at the length the city was delivered into his hands:
51
Καὶ ἀπώλεσε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας, καὶ ἐξεῤῥίζωσεν αὐτὴν, καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς, καὶ διῆλθε διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων.
who then slew all the males with the edge of the sword, and razed the city, and took the spoils thereof, and passed through the city over them that were slain.
52
Καὶ διέβησαν τὸν Ἰορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσάν.
After this went they over Jordan into the great plain before Beth-shan.
53
Καὶ ἦν Ἰούδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας, καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδὸν, ἕως οὗ ἦλθον εἰς γῆν Ἰούδα.
And Judas gathered together those that came behind, and exhorted the people all the way through, till they came into the land of Judea.
54
Καὶ ἀνέβησαν εἰς τὸ ὄρος Σιὼν ἐν εὐφροσύνῃ καὶ χαρᾷ· καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.
So they went up to Mount Zion with joy and gladness, where they offered burnt offerings, because not one of them was slain until they had returned in peace.
55
Καὶ ἐν ταῖς ἡμέραις αἷς ἦν Ἰούδας καὶ Ἰωνάθαν ἐν τῇ Γαλαὰδ, καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαΐδος,
Now what time as Judas and Jonathan were in the land of Gilead, and Simon his brother in Galilee before Ptolemais,
56
ἤκουσεν Ἰωσὴφ ὁ τοῦ Ζαχαρίου, καὶ Ἀζαρίας, ἄρχοντες τῆς δυνάμεως, τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου οἷα ἐποίησαν,
Joseph the [son] of Zechariah, and Azariah, captains of the garrisons, heard of the valiant acts and warlike deeds which they had done.
57
καὶ εἶπε, ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα, καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν.
Wherefore they said, Let us also get us a name, and go fight against the heathen that are round about us.
58
Καὶ παρήγγειλαν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετʼ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ἰάμνειαν.
So when they had given charge unto the garrison that was with them, they went toward Jamnia.
59
Καὶ ἐξῆλθε Γοργίας ἐκ τῆς πόλεως, καὶ οἱ ἄνδρες αὐτοῦ, εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον.
Then came Gorgias and his men out of the city to fight against them.
60
Καὶ ἐτροπώθη Ἰώσηφος καὶ Ἀζαρίας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ἰουδαίας· καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ τοῦ Ἰσραὴλ εἰς δισχιλίους ἄνδρας.
And so it was, that Joseph and Azariah were put to flight, and pursued unto the borders of Judea: and there were slain that day of the people of Israel about two thousand men.
61
Καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ Ἰσραὴλ, ὅτι οὐκ ἤκουσαν Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, οἰόμενοι ἀνδραγαθῆσαι.
Thus was there a great overthrow among the children of Israel, because they were not obedient unto Judas and his brethren, but thought to do some valiant act.
62
Αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ἰσραὴλ διὰ χειρὸς αὐτῶν.
Moreover these men came not of the seed of those, by whose hand deliverance was given unto Israel.
63
Καὶ ὁ ἀνὴρ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἑναντίον παντὸς Ἰσραὴλ, καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν.
Howbeit the man Judas and his brethren were greatly renowned in the sight of all Israel, and of all the heathen, wheresoever their name was heard of:
64
Καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες.
insomuch as the people assembled unto them with joyful acclamations.
65
Καὶ ἐξῆλθεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἐπολέμουν τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ γῇ πρὸς Νότον, καὶ ἐπάταξε τὴν Χεβρὼν καὶ τὰς θυγατέρας αὐτῆς, καὶ καθεῖλε τὸ ὀχύρωμα αὐτῆς, καὶ τοὺς πύργους αὐτῆς ἐνέπρησε κυκλόθεν.
Afterward went Judas forth with his brethren, and fought against the children of Esau in the land toward the south, where he smote Hebron, and the towns thereof, and pulled down the fortress of it, and burned the towers thereof round about.
66
Καὶ ἀπῇρε τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων, καὶ διεπορεύετο τὴν Σαμάρειαν.
From thence he removed to go into the land of the Philistines, and passed through Samaria.
67
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι, ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως.
At that time certain priests, desirous to show their valor, were slain in battle, for that they went out to fight unadvisedly.
68
Καὶ ἐξέκλινεν Ἰούδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων, καὶ καθεῖλε τοὺς βωμοὺς αὐτῶν, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσε πυρὶ, καὶ ἐσκύλευσε τὰ σκῦλα τῶν πόλεων, καὶ ἐπέστρεψεν εἰς τὴν γῆν Ἰούδα.
So Judas turned to Azotus in the land of the Philistines, and when he had pulled down their altars, and burned their carved images with fire, and spoiled their cities, he returned into the land of Judea.

So funktioniert es

Ein Parallelleser für die Hebräische Bibel und ihre ältesten Textzeugen: den masoretischen Text, den Samaritanischen Pentateuch, die Schriftrollen vom Toten Meer und die Septuaginta, jeweils mit englischer Übersetzung, wo es eine gibt.

Ein Kapitel lesen

Wählen Sie oben Buch und Kapitel, oder geben Sie eine Stelle in Gehe zu ein (Jesaja 53:11, 1. Samuel 3, ebenso englische Abkürzungen: Isa 53:11, 1 Sam 3, ii kgs 2, ben sira 51). Buchnamen können abgekürzt werden; ein Name, den mehrere nummerierte Bücher teilen (sam, kings, chr, macc), öffnet das erste davon, wenn Sie keine Nummer angeben. Die Pfeiltasten wechseln zwischen Kapiteln, und die Adresszeile enthält einen Link auf den angeklickten Vers, sodass Sie eine Stelle speichern oder teilen können.

Jede Zeile ist ein Vers. Die Zeilen folgen der masoretischen Verszählung, sodass die Spalten des Hebräischen, der JPS und des Samaritanus genau übereinstimmen. Die Septuaginta ist an vielen Stellen anders gezählt (Psalmen, Jeremia, Exodus 35–40, Teile der Königebücher, Sprüche, Daniel und Dutzende Kapitelgrenzen). Ihre Verse stehen neben ihren masoretischen Entsprechungen, und eine kleine Markierung wie 50:3 zeigt die eigene Nummer der Septuaginta, wo sie abweicht. Griechische Verse ohne masoretische Entsprechung (etwa das Gebet Asarjas in Daniel 3) erscheinen in Lesereihenfolge als eigene Zeilen mit der Markierung LXX.

Spalten

Die Schaltflächen oben blenden Spalten ein und aus. Ziehen Sie eine Schaltfläche (oder eine Spaltenüberschrift), um umzuordnen; ist eine Schaltfläche ausgewählt, verschieben die Tasten ← → sie. Ihre Auswahl wird gespeichert. Die samaritanischen Spalten erscheinen nur in Genesis–Deuteronomium; die Rollenspalte erscheint überall, wo eine Handschrift erhalten ist, auch bei Ben Sira. Mit † markierte Spalten sind nur für nichtkommerzielle Nutzung lizenziert.

Wörter: Lexikon und Konkordanz

Fahren Sie mit der Maus über ein hebräisches Wort (masoretisch, samaritanisch oder aus den Rollen) oder ein griechisches Wort, um Wörterbuchform, Strong-Nummer, eine kurze Glosse und die Grammatik zu sehen. Ein Klick auf das Wort öffnet rechts die Konkordanz: den vollständigen Lexikoneintrag und danach jedes Vorkommen, nach Büchern geordnet — beim Hebräischen getrennt für den masoretischen Text, den Samaritanischen Pentateuch und die Rollen (mit Angabe der Handschrift). Ein Klick auf eine Stelle führt dorthin; alle Formen des Wortes im Kapitel werden hervorgehoben. Sie können auch oben in Lexikon ein Wort oder eine Strong-Nummer eingeben.

Im masoretischen Text steht ein Ketiv (die geschriebene, unpunktierte Form) grau unmittelbar vor seinem Qere (der gelesenen Form); beide tragen den Wörterbucheintrag des Qere.

Varianten

Der Samaritanische Pentateuch und jede Rolle werden Wort für Wort mit dem masoretischen Text desselben Verses verglichen:

In den Rollen sind Buchstaben in Klammern die Rekonstruktion eines modernen Herausgebers und zählen nie als Varianten; Buchstaben mit einem Punkt darüber sind unsicher; ◦ ist die Spur eines unleserlichen Buchstabens. Handschriften in althebräischer Schrift und Gottesnamen, die Rollen in Quadratschrift althebräisch schreiben, werden in althebräischen Buchstaben gezeigt (umschaltbar unter Anzeige). Mit der Maus über eine Handschrift fahren zeigt ihre Ausgabe. Anzeige → Schriftrollen vom Toten Meer kann die Handschriften ausblenden, die mit dem masoretischen Text übereinstimmen, oder die Ergänzungen entfernen und nur das Erhaltene zeigen.

Der Vergleich ist automatisch. Er ordnet Wörter nach ihrer Schreibung zu, daher können eine Umstellung oder ein längerer umformulierter Abschnitt unvollkommen markiert sein, und die Schreibregel kann ein Suffix nicht von einer Lesemutter unterscheiden. Verstehen Sie die Farben als Findhilfe und prüfen Sie eine kritische Ausgabe, bevor Sie ein Argument auf eine Lesart bauen.

Bücher außerhalb der Hebräischen Bibel

Neben den nur in der Septuaginta enthaltenen Büchern enthält die Bücherliste 1. Henoch und die Jubiläen („Andere antike Bücher“), in der englischen Übersetzung von R. H. Charles mit den Abschriften aus Qumran daneben, und die Psalmen haben ein Kapitel 151. Ihre Rollenabschriften — wie die von Tobit und Ben Sira — haben in den Daten keine Versnummern: Jedes Fragment ist nach seiner veröffentlichten Identifikation platziert, und seine Zeilen sind über diese Verse verteilt, daher sind die genauen Versgrenzen nur ungefähr. Aramäische Abschriften (Tobit 4Q196–199 und der ganze Henoch) sind mit „Aramäisch“ markiert und haben keine Wortsuche.

Rabbinische Zitate

Das kleine ❝ unter einer Versnummer öffnet die Stellen der rabbinischen Literatur, die diesen Vers zitieren — Mischna, Tosefta, beide Talmudim, Midrasch, Targum und Kabbala (und, wenn Sie das Kästchen anhaken, spätere Halacha, Liturgie und Denken) —, live abgerufen von Sefaria; dafür ist eine Internetverbindung nötig. Jede Stelle steht mit dem Datum, das Sefaria für das Werk angibt, und einem Link, um sie dort zu lesen. Die Verweise von Sefaria umfassen neben Zitaten auch Anspielungen und Erörterungen; was Sefaria als Zitat einstuft, ist markiert. Das funktioniert für die Hebräische Bibel, Ben Sira (nach Kahanas Zählung, etwa die Talmudzitate aus Ben Sira), Tobit und die Jubiläen. Für 1. Henoch, den die Rabbinen nicht zitieren, werden stattdessen die Stellen des Sohar über ein „Buch Henoch“ aufgeführt.

Wie die Septuaginta zugeordnet wird

Jeder griechische Vers wird aus drei Dingen platziert: der üblichen Tabelle der Verszuordnungen zwischen Septuaginta und masoretischem Text (lxx.vrs von SIL), der Tabelle der Unterschiede zwischen masoretischer und englischer Zählung und einem Vergleich des Englischen von Brentons Septuaginta mit dem Englischen der JPS, der jede Paarung bestätigt und verschobene Verse findet. Wo kein masoretischer Vers ähnlich genug ist, steht der griechische Vers in einer eigenen Zeile.

Die griechischen Wortdaten

Für Brentons Griechisch gibt es keine frei lizenzierte Wort-für-Wort-Analyse; daher wird jedes griechische Wort der häufigsten Analyse derselben Form in der frei lizenzierten Septuaginta von Swete (Morpheus-Parser) zugeordnet und dann einem Lexikoneintrag. Rund 95 % der Wörter werden erkannt. Analysen mehrdeutiger Formen (z. B. αὐτοῦ, τοῦ) können falsch sein; die Karte zeigt zur Erinnerung „automatische Analyse“.

Über die Texte

Was jede Spalte ist, woher sie stammt und was man beim Lesen beachten sollte.

Masoretischer Text — Codex Leningradensis (Westminster-Ausgabe)

Der masoretische Text ist die Hebräische Bibel, wie sie die Masoreten überliefert haben, gelehrte Schreiber, die etwa vom 7. bis zum 10. Jahrhundert in Tiberias und anderswo wirkten und Vokalzeichen, Akzente und Randnoten (die Masora) um einen Konsonantentext festlegten, der schon im 1.–2. Jahrhundert n. Chr. im Wesentlichen feststand. Der Codex Leningradensis (St. Petersburg, Firkovich I B 19 A), 1008/1009 in der Tradition Ben Aschers geschrieben, ist die älteste vollständige Handschrift der Hebräischen Bibel; der etwas ältere Aleppo-Codex verlor 1947 den größten Teil der Tora. Er ist die Grundlage der kritischen Standardausgaben (BHK, BHS, BHQ).

Der Westminster Leningrad Codex ist seine gemeinfreie digitale Transkription, gepflegt vom J. Alan Groves Center am Westminster Theological Seminary. In dieser Ausgabe steht ein Ketiv als eigenes, unpunktiertes Wort vor dem punktierten Qere.

JPS 1917 — The Holy Scriptures according to the Masoretic Text

Die erste englische Bibelübersetzung, die ein Komitee jüdischer Gelehrter für die Jewish Publication Society of America erarbeitete, unter Max L. Margolis als Chefherausgeber, erschienen 1917. Ihre Sprache folgt bewusst dem Klang der King James und der Revised Version, ihre Wiedergaben aber folgen dem masoretischen Text und der jüdischen Auslegungstradition, und sie behält die hebräische Kapitel- und Verszählung bei. Sie ist gemeinfrei; ihre Nachfolgerin, die New JPS (Tanakh, 1985), ist es nicht. Die hier verwendete elektronische Ausgabe schreibt die Gottesnamen „HaShem“ und „G-d“.

Septuaginta — Brentons griechischer Text und das aktualisierte Englisch nach Brenton

Die Septuaginta ist die jüdische Übersetzung der hebräischen Schriften ins Griechische. Die Tora wurde im 3. Jahrhundert v. Chr. in Alexandria übersetzt (der Aristeasbrief erzählt die Legende der 72 Übersetzer unter Ptolemaios II.); die übrigen Bücher folgten in den nächsten zwei Jahrhunderten. Da sie aus hebräischen Handschriften entstand, die älter sind als der masoretische Text, bewahrt sie oft einen anderen hebräischen Text: Jeremia ist etwa ein Siebtel kürzer und anders geordnet (ein kurzer hebräischer Text dieser Art ist in Qumran in 4QJerb,d erhalten), Hiob ist etwa ein Sechstel kürzer, und Ester und Daniel haben lange Zusätze. Sie war die Bibel Philons, des Josephus und der Autoren des Neuen Testaments und wurde zum Alten Testament der griechischen Kirche, was jüdische Übersetzer (Aquila, Symmachos, Theodotion) zu enger am Hebräischen orientierten Bearbeitungen veranlasste.

Sir Lancelot C. L. Brenton veröffentlichte 1844 eine englische Übersetzung und 1851 eine griechisch-englische Ausgabe. Sein Griechisch ist im Wesentlichen die Sixtina (römische Ausgabe) von 1587, die dem Codex Vaticanus aus dem 4. Jahrhundert folgt. Sie ist älter und weniger kritisch als die modernen Ausgaben von Rahlfs (1935) und Göttingen, die urheberrechtlich geschützt sind. Die englische Spalte ist der aktualisierte Brenton (Adam Boyd, 2020), Brentons Übersetzung mit modernisierter Schreibung und Formulierung, gemeinfrei gestellt.

Samaritanischer Pentateuch †

Die Tora, wie sie die samaritanische Gemeinde am Berg Garizim (Nablus) bewahrt hat, geschrieben in samaritanischer Schrift, einer Nachfahrin des althebräischen Alphabets. Sie weicht an etwa 6000 Stellen vom masoretischen Text ab, meist in Schreibung oder Grammatik; an etwa 1900 davon stimmt sie mit der Septuaginta überein. Einige Lesarten sind eigentümlich samaritanisch, vor allem das nach den Zehn Geboten eingefügte Gebot, auf dem Garizim einen Altar zu bauen (Ex 20,17; Dtn 5,21), und „Garizim“ statt „Ebal“ in Dtn 27,4. Viele andere — harmonisierende Erweiterungen, die eine Stelle in ihre Parallele übernehmen — teilen „prä-samaritanische“ Handschriften aus Qumran wie 4QpaleoExodm und 4QNumb; das zeigt, dass dieser Texttyp älter ist als das samaritanische Schisma.

Europäische Gelehrte erfuhren 1616 davon, als Pietro della Valle eine Handschrift aus Damaskus mitbrachte; er wurde in den Polyglotten von Paris (1645) und London (1657) gedruckt, von Benjamin Kennicott (1776–80) kollationiert und von August von Gall (1914–18) kritisch herausgegeben. Das Hebräische ist hier der digitale Text von Aleksandr Sigalov, nach Kennicott und mit von Gall abgeglichen; das Englische ist Sigalovs Anpassung der King James an die samaritanischen Lesarten. Zur modernen Forschung siehe Abraham Tals Ausgabe der Handschrift Sichem 6 und Stefan Schorchs kritische editio maior.

Schriftrollen vom Toten Meer und andere Handschriften aus der Judäischen Wüste †

Zwischen 1947 und 1956 wurden in elf Höhlen bei Chirbet Qumran die Reste von etwa 950 Handschriften gefunden. Rund 230 sind biblisch — jedes Buch der Hebräischen Bibel außer Ester ist vertreten, von winzigen Fragmenten bis zur vollständigen Großen Jesajarolle (1QIsaa) — aus der Zeit von etwa 250 v. Chr. bis 68 n. Chr. Sie sind tausend Jahre älter als der Codex Leningradensis. Die meisten stehen dem Vorfahren des masoretischen Textes nahe („protomasoretisch“), andere stimmen mit der Septuaginta überein (4QJerb, stellenweise 4QSama), mit dem samaritanischen Texttyp oder mit keinem von beiden — ein Beleg dafür, dass mehrere Formen des Textes nebeneinander umliefen, bevor sich der masoretische durchsetzte.

Handschriften anderer Fundorte ergänzen das Bild: Masada (vor seinem Fall 73/74 n. Chr.; ausgegraben von Yigael Yadin, 1963–65) und die Zufluchtsorte des Bar-Kochba-Aufstands im Wadi Murabba'at und im Nachal Chever (132–135 n. Chr.), deren biblische Texte bereits nahezu identisch mit dem masoretischen Text sind, sowie Nachal Ze'elim, Wadi Sdeir und Nachal Arugot. Die offizielle Veröffentlichung ist die Reihe Discoveries in the Judaean Desert (Oxford, 1955–2010).

Die Transkriptionen stammen von Martin G. Abegg Jr., James E. Bowley und Edward M. Cook, umgesetzt vom Eep Talstra Centre for Bible and Computer (ETCBC). Jede Handschrift trägt ihr Sigel (z. B. 4QIsad), ihre DJD-Nummer, ihren Fundort sowie Kolumne oder Fragment und Zeile. Neben den biblischen Handschriften erscheinen die Abschriften von Ben Sira, Tobit, 1. Henoch, den Jubiläen und Psalm 151 bei diesen Büchern. Nicht jede Handschrift ist im Datenbestand — vor allem fehlen die griechischen Rollen (etwa die griechische Zwölfprophetenrolle aus dem Nachal Chever), und die Ben-Sira-Rolle aus Masada ist gesondert hinzugefügt (siehe Ben Sira).

Ben Sira (Jesus Sirach)

Die Weisheit des Jeschua ben Elasar ben Sira, um 190–180 v. Chr. in Jerusalem auf Hebräisch verfasst und nach 132 v. Chr. von seinem Enkel in Ägypten ins Griechische übersetzt (sein Prolog erklärt, wie schwer es ist, Hebräisch ins Griechische zu übertragen). Das Buch gehört zur Septuaginta und zum katholischen und orthodoxen Kanon (lateinisch Ecclesiasticus), nicht aber zum jüdischen, obwohl Talmud und Midrasch es zitieren. Sein hebräischer Text war dem Westen bis 1896 verloren, als Solomon Schechter, Agnes Lewis und Margaret Gibson mittelalterliche Abschriften in der Kairoer Geniza identifizierten; danach kamen antike hebräische Abschriften in Qumran und Masada zutage.

Heute sind etwa zwei Drittel des Hebräischen bekannt, aus sechs mittelalterlichen Geniza-Handschriften (A–F, 10.–12. Jh.) und drei antiken: 2QSir (2Q18; Sir 6,14–15, 20–32), das Akrostichon Sir 51,13–20, 30 in der Psalmenrolle 11QPsa (Kolumnen 21–22) und die Masada-Rolle (Mas1h), 1964 von Yigael Yadin in einem Raum der Kasemattenmauer der Festung gefunden und 1965 veröffentlicht: sieben Kolumnen mit Sir 39,27–44,17, Anfang des 1. Jahrhunderts v. Chr. abgeschrieben, kaum mehr als ein Jahrhundert nach dem Verfasser. Ihre Übereinstimmung mit der Geniza-Handschrift B zeigte, dass die mittelalterlichen Abschriften vom antiken Hebräisch abstammen und nicht von einer Rückübersetzung aus dem Griechischen oder Syrischen.

Hier erscheint das Buch in Brentons Griechisch und Englisch. Die hebräische Spalte ist Kahanas Ausgabe, wie sie im hebräischen Wikisource transkribiert und von Sefaria verbreitet wird (CC BY-SA): ein fortlaufender Text auf Grundlage der Geniza-Handschriften, in dem Wörter in [Klammern] Kahanas Ergänzungen sind; Kapitel ohne erhaltenes Hebräisch bleiben leer. Kahana zählt die Verse nach der hebräischen Reihenfolge — im Griechischen sind zwei Blöcke der Kapitel 30–36 vertauscht —, daher wurden seine Verse für diese Website nach dem Inhalt Brentons Versen zugeordnet, und seine eigene Nummer erscheint als „Hebr.“, wo sie abweicht. Die Rollenspalte enthält die drei antiken Zeugen; der Masada-Text ist Eric Reymonds Transkription von bensira.org. Ihre Platzierung wurde für diese Website durch Textabgleich vorgenommen; es gibt keinen masoretischen Text zum Vergleich, daher werden keine Varianten markiert.

Psalm 151

Der Psalter der Septuaginta endet mit einem kurzen Psalm „außerhalb der Zählung“, in dem David sich an das Hüten der Schafe seines Vaters, an seine Salbung und an seinen Sieg über Goliat erinnert. Er gehört zur griechischen, syrischen und äthiopischen Bibel, nicht aber zur hebräischen, und galt lange als griechisch verfasst — bis sich zeigte, dass die Psalmenrolle aus Höhle 11 von Qumran (11QPsa, 1965 von James Sanders veröffentlicht) in ihrer 28. Kolumne ein längeres hebräisches Original enthält, in zwei Gedichten (151A über Davids Musik und Salbung, 151B, abgebrochen, über Goliat). Das Griechische ist eine gekürzte Übersetzung davon. Der Psalm erscheint als Kapitel 151 der Psalmen, die Zeilen der Rolle unter den griechischen Versen, denen sie entsprechen.

Tobit

Eine jüdische Novelle der östlichen Diaspora (wahrscheinlich 3.–2. Jh. v. Chr.): Der fromme Verbannte Tobit, in Ninive erblindet, schickt seinen Sohn Tobias nach Medien, um Geld zurückzuholen, geführt vom verkleideten Engel Rafael; unterwegs heiratet Tobias Sara und vertreibt den Dämon Aschmodai. Das Buch steht in der Septuaginta und im katholischen und orthodoxen Kanon. Es ist in zwei griechischen Fassungen erhalten — einer kürzeren (Codex Vaticanus und Alexandrinus, von Brenton gedruckt) und einer längeren (Codex Sinaiticus) —, und die Abschriften aus Qumran, vier aramäische (4Q196–199) und eine hebräische (4Q200), 1995 von Joseph Fitzmyer veröffentlicht, stehen auf der Seite der Langfassung, die heute meist als ursprungsnäher gilt. Ihre Versplatzierung folgt hier Fitzmyers Identifikationen.

1. Henoch

Eine Sammlung von fünf Werken, die Henoch zugeschrieben werden, dem Siebten nach Adam, der „mit Gott wandelte“ (Gen 5,24): das Wächterbuch (Kap. 1–36, 3. Jh. v. Chr.) über die Engel, die zu den Menschentöchtern herabstiegen; die Bilderreden (37–71); das Astronomische Buch (72–82); die Traumvisionen (83–90) mit der „Tierapokalypse“ über die Geschichte Israels; und die Epistel Henochs (91–108). Er wird im Judasbrief (1,14–15) zitiert und ist kanonisch in der Äthiopisch-Orthodoxen Kirche, deren Ge'ez-Fassung der einzige vollständige Text ist; griechisch ist etwa ein Drittel erhalten. Józef Milik veröffentlichte 1976 die aramäischen Fragmente aus Höhle 4 von Qumran: elf Abschriften, die jeden Teil außer den Bilderreden abdecken, die älteste um 200 v. Chr. Das Englische ist R. H. Charles' Übersetzung aus dem Äthiopischen von 1917 (gemeinfrei). Die astronomischen Rollen (4Q208–211) enthalten einen viel längeren Kalender als das Äthiopische; nur ihre wenigen Passagen, die den Kapiteln 76–82 entsprechen, sind platziert.

Jubiläen

Eine Nacherzählung von Genesis und Exodus 1–14, Mose am Sinai von einem „Engel des Angesichts“ offenbart, datiert nach einem Kalender von Jubiläen zu 49 Jahren und einem Sonnenjahr von 364 Tagen (Mitte des 2. Jh. v. Chr.). Wie 1. Henoch ist das Buch nur in der äthiopischen Kirche kanonisch, deren Ge'ez-Fassung der einzige vollständige Text ist; Teile sind lateinisch, syrisch und in griechischen Zitaten erhalten. In Qumran wurden Fragmente von etwa fünfzehn hebräischen Abschriften gefunden, mehr als von den meisten biblischen Büchern; sie sind in DJD 13 (VanderKam und Milik, 1994) und DJD 23 veröffentlicht. Das Englische ist R. H. Charles' Übersetzung von 1917 (gemeinfrei).

Lexikon- und Konkordanzdaten

Die hebräischen Wörter tragen die Analyse des Translators Amalgamated Hebrew OT von STEPBible (Tyndale House, Cambridge): erweiterte Strong-Nummern — James Strongs Zählung von 1890, unterteilt nach dem Lexikon von Brown–Driver–Briggs (1906) — mit Morphologie des ETCBC und einem gekürzten BDB für die Definitionen. Samaritanische Wörter und Wörter der Rollen übernehmen die Analyse des entsprechenden masoretischen Wortes oder, wo sie abweichen, derselben Schreibform an anderer Stelle im masoretischen Text. Die griechischen Wörter werden über die Septuaginta von Swete und den Morpheus-Parser dem griechischen Lexikon von STEPBible zugeordnet, das auf Abbott-Smith (1922) und Liddell–Scott–Jones beruht.

† Nur für nichtkommerzielle Nutzung lizenziert. Vollständige Quellen und Lizenzen: Quellen und Lizenzen.